Προσῆλθεν ὁ τῆς μακρυγορίας ἡμῖν αἴτιος τοῖς ἐπισκόποις πᾶσιν Εὐσέβιος, ὁ κατήγορος τῶν ἓξ λοιπῶν ἐπισκόπων, ἀξιῶν δεχθῆναι εἰς κοινωνίαν. Προσαντιλέγουσί τινες τῶν ἐπισκόπων, μὴ δεῖν αὐτὸν δεχθῆναι ὡς συκοφάντην. Ἐπὶ τούτοις ἱκέτευε, λέγων· Ἐπειδὴ ἡ δίκη τὸ πλεῖστον μέρος ἐπὶ ἔτη δύο ἐβασανίσθη, εἰς μάρτυρας δὲ γεγένηται ἡ ὑπέρθεσις, δέομαι τῆς ὑμετέρας θεοφιλίας, σήμερον παρ᾿ αὐτὰ δοῦναί με τοὺς μάρτυρας. Εἰ γὰρ καὶ Ἀντωνῖνος τετελεύτηκεν ὁ ἐπίσκοπος, ὁ λαβὼν τὸ χρυσίον καὶ χειροτονήσας, ἀλλ᾿ οὖν γε μένουσιν οἱ δεδωκότες καὶ χειροτονηθέντες. Ἐδικαίωσεν ἡ παροῦσα σύνοδος ζητηθῆναι τὸ πρᾶγμα καὶ ἄρχεται ἡ ὑπόθεσις ἐξ ἀναγνώσματος τῶν πρῴην πραχθέντων ὑπομνημάτων. Εἰσῆλθον οἱ μάρτυρες, εἰσῆλθον καὶ οἱ ἓξ τῶν δεδωκότων καὶ χειροτονηθέντων. Ἐν ἀρχῇ ἠρνοῦντο, ἐπιμενόντων δὲ τῶν μαρτύρων, τῶν μὲν λαϊκῶν, τῶν δὲ πρεσβυτέρων, οἷς ἔδοξαν τεθαρρηκέναι, πρῶτον μὲν ἠρνοῦντο, ὡς δὲ οἱ μάρτυρες ἤλεγχον, τόπον αὐτοὺς ὑπομιμνήσκοντες καὶ καιρῶν καὶ τὰ εἴδη τῶν ἐνεχύρων λέγοντες καὶ τὴν ποσότητα, οὐ πάνυ καλῶς αὐτῶν διακειμένης τῆς συνειδήσεως, αὐθαίρετοι ὁμολογοῦσι, δίχα πολλῆς ἀνάγκης, ὅτι δεδώκαμεν καὶ γεγόναμεν, τοιαύτην νομίσαντες ἀκολουθίαν εἶναι καὶ ἵνα τῆς λειτουργίας τῆς δημοσίας ἐλευθερωθῶμεν. Καὶ νῦν δεόμεθα, εἰμή ἐστιν ὅσιον ἡμᾶς εἶναι ἐν τῇ λειτουργίᾳ τῆς Ἐκκλησίας, ἐπεὶ κἄν τὸ χρυσίον, ὃ δεδώκαμεν, ἵνα λάβωμεν, τῶν γὰρ γυναικῶν ἡμῶν δεδώκαμέν τινα σκεύη. Ὁ Ἰωάννης πρὸς ταῦτα ὑπέσχετο τῇ συνόδῳ, ὅτι τοῦ μὲν βουλευτηρίου ἐγὼ αὐτοὺς ἀπαλλάξω, ἀξιώσας τὸν βασιλέα, ὑμεῖς δὲ προστάξατε λαβεῖν αὐτούς, ὅ δεδώκασι, παρὰ τῶν Ἀντωνίνου κληρονόμων. Προσέταξεν ἡ σύνοδος τὸ μὲν χρυσίον αὐτοὺς λαβεῖν παρὰ τῶν κληρονόμων τοῦ Ἀντωνίνου, κοινωνεῖν δὲ ἔνδον τοῦ θυσιαστηρίου, εἶναι δὲ ἀπὸ ἱερέων, ἵνα μὴ τούτων συγχωρηθέντων ἔθος γένηται ἰουδαϊκὸν ἢ αἰγυπτιον, τοῦ πωλεῖν καὶ ἀγοράζειν τὴν ἱερωσύνην. Φασὶ γὰρ τὸν λυμεῶνα καὶ ψευδώνυμον πατριάρχην τῶν Ἰουδαίων κατ᾿ ἔτος ἀμείβειν ἤ παρ᾿ ἔτος τοὺς ἀρχισυναγώγους ἐπὶ συλλογῇ τοῦ ἀργυρίου, ὁμοίως καὶ τὸν ζηλωτὴν τούτου, τὸν Αἰγυπτίων Πατριάρχην, ἵνα πληρωθῇ τὸ προφητικόν· Οἱ ἱερεῖς αὐτῆς μετὰ δώρων ἀπεκρίνοντο καὶ οἱ Προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο.
Ἐκ τῶν κανόνων τῶν χλ᾿ ἁγίων Πατέρων τῶν ἐν Χαλκηδόνι συνελθόντων.
Εἴ τις ἐπίσκοπος ἐπὶ χρήμασι χειροτονίαν ποιήσαιτο καὶ εἰς πράσιν καταγάγοι τὴν ἄπρατον χάριν καὶ χειροτονήσοι ἐπὶ χρήμασιν οἰκονόμον ἢ ἔκδιδον ἢ παραμονάριον ἢ ὅλως τινά τοῦ κανόνος, δι᾿ αἰσχροκέρδειαν οἰκείαν ὁ τοῦτο ἐπιχειρήσας ἐλεγχθείς, κινδυνευέτω περὶ τὸν οἰκεῖον βαθμόν, καὶ ὁ χειροτονούμενος μηδὲν ἐκ τῆς κατ᾿ ἐμπορίαν ὠφελείσθω χειροτονίας ἢ προβολῆς, ἀλλ᾿ ἔστω ἀλλότριος τῆς ἀξίας ἤ τοῦ φροντίσματος, οὗπερ ἐπὶ χρήμασιν ἔτυχεν. Εἰ δέ τις μεσιτεύων φανῇ τοῖς οὕτως αἰσχροῖς καὶ ἀθεμίτοις λήμμασι, καὶ οὗτος, εἰ μὲν κληρικός, τοῦ οἰκείου ἐκπιπτέτω βαθμοῦ, εἰ δὲ λαϊκὸς ἢ μονάζων, ἀναθεματιζέσθω.
Ἐκ τῆς Ἐγκυκλίου ἐπιστολῆς Γενναδίου τοῦ ἁγιωτάτου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς σὺν αὐτῷ Συνόδου.
Ἔστω τοίνυν καὶ ἔστιν ἀποκήρυκτος καὶ πάσης ἱερατικῆς ἀξίας καὶ λειτουργίας ἀλλότριος καὶ τῇ κατάρᾳ τοῦ ἀναθέματος ὑποκείμενος ὅ τε κτᾶσθαι ταύτην τὴν ἱερωσύνην διὰ χρημάτων οἰόμενος καὶ ὁ ταύτην παρέχειν ἐπὶ χρήμασιν ὑπισχνούμενος, εἴτε κληρικὸς εἴτε λαϊκὸς εἴη, κἂν ἐλέγχοιτο, κἂν μὴ ἐλέγχοιτο τοῦτο ποιεῖν. Οὐ γὰρ οἷόν τε συμβιβασθῆναί ποτε τὰ ἀσύμβατα, οὐδὲ Θεῷ συμφωνῆσαι τὸν μαμωνᾶν ἤ τοὺς τούτῳ δουλεύοντας δουλεῦσαι Θεῷ. Δεσποτικὴ καὶ αὕτη ἐστὶν ἀπόφασις ἀναμφίλεκτος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Ἐκ τῶν κανόνων τῆς ἀγιας ΣΤ´ Συνόδου.
Τοὺς ἐπὶ χρήμασι χειροτονουμένους, εἴτε ἐπισκόπους ἢ οἱουσδήποτε κληρικούς, καὶ οὐ κατὰ δοκιμασίαν καὶ τοῦ βίου αἵρεσιν, καθαιρεῖσθαι προστάσσομεν, ἀλλὰ καὶ τοὺς χειροτονήσαντας.
Ἀκούσωμεν ταῦτα πάντες καὶ ἐνωτισώμεθα οὐ μόνον ἀρχιερεῖς, ἀλλὰ καὶ οἱ ἐν τῷ κλήρῳ καταριθμούμενοι καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Δεῖ γὰρ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μήποτε παραρρυῶμεν, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἠγοράσθημεν ἐκ τῆς ματαίας πατροπαραδότου ἀναστροφῆς, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ. Οὕτω καὶ ἡμᾶς δίδαξον, ἄνερ ἱερώτατε, ἔπεσθαι τοῖς γραφικοῖς καὶ εὐαγγελικοῖς καὶ ἀποστολικοῖς, κανονικοῖς τε καὶ πατρικοῖς, παραγγέλμασι, πειθόμεθα γὰρ τοῖς ρήμασι τοῦ στόματος ὑμῶν. Ἐπὶ τῶν ὑψηλῶν ἀνάβηθι, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου, πορεύθητι ἐνπλατυσμῷ, κήρυξον μετὰ παρρησίας, ὅπως ἐξαρθῇ καὶ εἰς ἀφανισμὸν οἰχήσεται ἡ διὰ χρημάτων χειροθεσία· καὶ πᾶν εἴ τι διὰ φιλαργυρίαν ταύτῃ ἀδικίαν τε καὶ ἐμπορίαν αἰσχροκερδῶς παρέπεται. Ταύτης γὰρ μετὰ τῶν συστοιχούντων αὐτῇ ἐξαιρουμένης ἐκ τοῦ περιουσίου λαοῦ, τοῦ τῷ ὀνόματι τοῦ Χριστοῦ κεκλημένου καὶ δωρεὰν τυχόντος τῆς ἀπολυτρώσεως, πάντα τὰ τῇ κακίᾳ συναπτόμενα μιάσματα πρόρριζα συνεκτμηθήσονται καὶ οἱ ἱερεῖς ὡς φοῖνιξ ἀνθήσουσι, Χριστοῦ εὐωδίαν τοῖς σῳζομένοις ἐμπνέοντες καὶ τῇ ἐκκλησίᾳ ἐπινικίως προσᾴδοντες· Περιεῖλε Κύριος ἐκ σοῦ τὰ ἀδικήματά σου, ἔτι δὲ καὶ τοὺς δρεπομένους καρποὺς γλυκάζοντες, πληθύνοντές τε αὐτοὺς ἐν γήρει πίονι, τῆς μακαρίας ἐκείνης, λέγω, καὶ ἀκηράτου ζωῆς κληρονόμους ἀναδεικνύντες.