Τούτων οὕτως ἐχόντων, τοῦτο τοῖς ἀκριβολογουμένοις ἀποφαινόμεθα, κατὰ ποίαν ὥραν ἢ καὶ ποῖον ἡμιώριον ἢ ὥρας τέταρτον ἄρχεσθαι προσῆκε τῆς ἐπὶ τῇ τοῦ Κυρίου ἡμῶν ἐκ νεκρῶν Ἀναστάσει χαρᾶς. Τοὺς μὲν λίαν ἐπιταχύνοντας καὶ πρὸ νυκτὸς ἐγγὺς ἤδη μεσούσης ἀνιέντας, ὡς ὀλιγώρους καὶ ἀκρατεῖς μεμφόμεθα, ὡς παρ᾽ ὀλίγον προκαταλύοντας τὸν δρόμον, λέγοντος ἀνδρὸς σοφοῦ· Οὐ μικρὸν ἐν βίῳ τὸ παρὰ μικρόν. Τοὺς δὲ ἐφυστερίζοντας καὶ διαρκοῦντας ἐπὶ πλεῖστον, καὶ μέχρι τετάρτης φυλακῆς ἐγκαρτεροῦντας, καθ’ ἣν καὶ τοῖς πλέουσιν ὁ Σωτὴρ ἡμῶν περιπατῶν ἐπὶ τῆς θαλάσσης ἐπεφάνη, ὡς γενναίους καὶ φιλοπόνους ἀποδεχόμεθα. Τοῖς δὲ μεταξύ, ὡς ἐκινήθησαν ἢ ὡς ἠδυνήθησαν, ἀναπαυσαμένοις, μὴ πάνυ διοχλῶμεν, ἐπεὶ μηδὲ τὰς ἓξ τῶν νηστειῶν ἡμέρας ἴσως, μηδὲ ὁμοίως πάντες διαμένουσιν. Ἀλλ’ οἱ μὲν καὶ πάσας ὑπερτιθέασιν, ἄσιτοι διατελοῦντες, οἱ δὲ δύο, οἱ δὲ τρεῖς, οἰ δὲ τέσσαρας, οἱ δὲ οὐδεμίαν. Καὶ τοῖς μὲν πάνυ διαπονηθεῖσιν ἐν ταῖς ὑπερθέσεσιν, εἶτα ἀποκαμοῦσι καὶ μόνον οὐκ ἐκλείπουσι, συγγνώμη τῆς ταχυτέρας γεύσεως. Εἰ δέ τινες, οὐχ ὅπως οὐχ ὑπερτιθέμενοι, ἀλλὰ μηδὲ νηστεύσαντες, ἢ καὶ τρυφήσαντες τὰς προαγούσας τέσσαρας, εἶτα ἐλθόντες ἐπὶ τὰς τελευταίας δύο, καὶ μόνας αυτὰς ὑπερτιθέντες, τήν τε παρασκευὴν καὶ τὸ σάββατον, μέγα τι καὶ λαμπρὸν ποιεῖν νομίζουσιν, ἂν μέχρι τῆς ἕω διαμείνωσιν, οὐκ οἶμαι τὴν ἄθλησιν αὐτοὺς πεποιῆσθαι ἴσην τοῖς τὰς πλείονας ἡμέρας προησκηκόσι. Ταῦτα μέν, ὡς φρονῶ, συμβουλεύων περὶ τούτων ἔγραψα.