21. Τὰ δὲ περὶ τὸ µέγεθος ἤτοι τὴν διάπλασιν, ἢ τὸν ἀριθµὸν, ἢ τὴν θέσιν ἐσφαλµένα, ὅσα µὲν ὑποπίπτει ταῖς αἰσθήσεσιν, γνωρισθῆναι ῥᾴδιον. τῶν δ’ οὐχ ὑποπιπτόντων τὰ µὲν δύσγνωστα, τὰ δὲ ἄγνωστά ἐστιν. τὸ µὲν οὖν τῆς κεφαλῆς µέγεθός τε καὶ σχῆµα, καὶ σὺν αὐτῇ τὸ τοῦ ἐγκεφάλου πρόδηλόν τέ ἐστι καὶ πρόσθεν εἴρηται. κατὰ ταὐτὰ δὲ καὶ τὸ τοῦ θώρακος· οὕτως δὲ καὶ ὅσα κατ’ ὠµοπλάτας, ἢ ὤµους, ἢ βραχίονας, ἢ πήχεις, ἢ ἄκρας χεῖρας, ἢ ἰσχίον, ἢ µηρὸν, ἢ κνήµην, ἢ πόδας, οὐ χαλεπὸν διαγινώσκειν, ἄν τε κατὰ τὴν διάπλασιν ἐσφαλµένον ᾖ τι τῶν τοιούτων, ἄν τε κατὰ τὸ µέγεθος, ἄν τε κατὰ τὸν ἀριθµὸν, ἢ τὴν σύνθεσιν τῶν συντιθέντων αὐτά. πρόδηλοι δὲ καὶ αἱ τῆς ἐνεργείας ἐφ’ ἑκάστου βλάβαι. τὰ δ’ ἐντὸς τοῦ σώµατος οὐ πάντα διαγνωσθῆναι δυνατόν. γαστέρα µὲν γάρ τινος οὕτω σµικράν τε καὶ στρογγύλην, καὶ προπετῆ κατὰ τὸ ὑποχόνδριον ἐθεασάµην, ὡς ἐναργῶς φαίνεσθαι κατὰ περιγραφὴν ἰδίαν ὁρῶσί τε καὶ ἁπτοµένοις. οὕτω δὲ καὶ κύστιν τινὸς ἐθεασάµην ἐγκειµένην τε καὶ σµικρὰν, ὥστ’, εἴ ποτε χρονίσειε περὶ τὴν ἔκκρισιν τῶν οὔρων, ὄγκος ἐφαίνετο περιγεγραµµένος ἐναργῶς. οὐ µὴν τῶν ἄλλων τι τῶν ἐντὸς ἐναργῆ διάγνωσιν παρέσχε µοί ποτε. πειρᾶσθαι µέντοι χρὴ διαγινώσκειν, ὡς οἷόν τέ ἐστιν, ἀρετήν τε καὶ κακίαν αὐτῶν, εἰ καὶ µὴ κατ’ ἐπιστήµην βεβαίαν, ἀλλ’ οὖν κατὰ στοχασµόν τινα τεχνικὸν, οἷον εἰ οὕτως ἔτυχεν ἐπὶ ἥπατος. εἶδον γάρ τινας ἤδη καὶ πολλοὺς στενὰς µὲν φλέβας ἔχοντας, ἄχρουν δὲ τὸ σύµπαν σῶµα, καὶ εἰ βραχὺ πλείω προσηνέγκαντο τροφῆς, καὶ µᾶλλον εἰ φυσώδη, καὶ παχέα, καὶ γλίσχρα, τοὺς µὲν ὥσπερ τινὸς βάρους ἐγκειµένου καὶ κρεµαµένου, κατὰ τὸ δεξιὸν ὑποχόνδριον αἰσθανοµένους ἐν βάθει, τοὺς δὲ µετὰ τάσεως ὀδυνώδους. ἐπὶ τούτων οὖν εἰκός ἐστι καὶ µικρὸν εἶναι τὸ ἧπαρ, καὶ στενὸν ταῖς διεξόδοις. ἕτερον δὲ ἐθεασάµην φλεγµατικὸν µὲν ὅλην τὴν ἕξιν, ἐµοῦντα δὲ ἑκάστης ἡµέρας χολὴν ὠχράν. ἔγνων οὖν χρῆναι καὶ τὰ διαχωρήµατα αὐτοῦ θεάσασθαι, καὶ ὀλιγοστὸν εἶχε χολῆς. ἐτεκµηράµην οὖν τούτῳ τὸν τὸ χολῶδες ὑγρὸν ἐξοχετεύοντα πόρον οὐ µικρὰν ἑαυτοῦ µοῖραν εἰς τὸν πυλωρὸν τῆς γαστρὸς ἀποπέµπειν, ὡς ἐπ’ ἐνίων φαίνεται ζώων. ἐξ ὧν δῆλον, ὡς ἐν τοῖς ἀδήλοις τῇ αἰσθήσει µεγάλα συντελεῖ πρὸς διάγνωσιν ἥ τε τῶν ἐξ ἀνατοµῆς φαινοµένων γνῶσις, ἥ τε τῶν ἐνεργειῶν τε καὶ τῶν χρειῶν εὕρεσις. ὅστις οὖν διαγνωστικὸς εἶναι βούλεται τῶν ὡς εἴρηται νῦν ἐσφαλµένων σωµάτων, ἐν ταῖς ἀνατοµαῖς αὑτὸν γυµναστέον ἐστὶ, κᾀν ταῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν εὑρέσεσι. γέγραπται δὲ ὑπὲρ πάντων ἰδία καθ’ ἑτέρας πραγµατείας, ὑπὲρ ὧν ἐπὶ τε λευτῇ τοῦ λόγου παντὸς εἰρήσεται, χάριν τοῦ γινώσκειν τοὺς φιλοµαθεῖς ἕκαστον ὧν ἂν ὀρεχθῶσι µαθεῖν, ἐκ ποίας µάλιστα πραγµατείας ἀναλέγεσθαι χρή. ἀλλὰ περὶ µὲν τούτων ἅλις.