5.4.4. καί μοι πολλὰ μὲν ἤδη περὶ τῆς ἀληθείας αὐτοῦ διὰ τῶν ἔμπροσθεν εἴρηται, πολλὰ δ’ ἐν τοῖς ἐφεξῆς εἰρήσεται.
5.4.5. νυνὶ δ’ ἐπὶ τὸν Χρύσιππον αὖθις ἐπάνειμι μήτε τὰς εἰρημένας δυνάμεις ὁμολογοῦντα κατὰ τὴν ψυχὴν ἡμῶν ὑπάρχειν, ἀλλὰ πᾶσαν ἐνέργειάν τε καὶ πάθος ἐν τῷ λογιστικῷ μόνῳ συνίστασθαι φάσκοντα, μήθ’ ὅπως ἰᾶσθαι χρὴ τὰ πάθη γενόμενα μήθ’ ὅπως κωλῦσαι γενέσθαι διδάσκοντα.
5.4.6. διηνέχθη μὲν οὖν καὶ περὶ τούτου πρὸς ἑαυτόν, ὥσπερ καὶ περὶ παμπόλλων ἑτέρων, ἐν μὲν τῷ προτέρῳ Περὶ ψυχῆς τιθέμενος εἶναι ταύτας δυνάμεις τῆς ψυχῆς ἃς ἐν τῷ πρὸ τούτου γράμματι παραθέμενος αὐτοῦ τὰς ῥήσεις ἐπέδειξα, κατὰ δὲ τὰ περὶ τῶν παθῶν βιβλία κρίσεις τινὰς ὑπάρχειν τὰ πάθη τοῦ λογιστικοῦ τῆς ψυχῆς ἀποφηνάμενος.
5.4.7. ἀλλ’ ἡμεῖς ἃ μὲν ἀληθῶς εἶπε μαρτύρια τῶν ῾Ιπποκράτους τε καὶ Πλάτωνος δογμάτων οὐ τὰ τυχόντα νομίζομεν ὑπάρχειν, εἰρημένα γε πρὸς ἀνδρὸς οὐ συνετοῦ μόνον ἀλλὰ καὶ σπεύδοντος ἅπαντι τρόπῳ τὸ παλαιὸν δόγμα διαβαλεῖν. ἡ γὰρ παρὰ τῶν τοιούτων μαρτυρία καταναγκαζομένων ὑπὸ τῆς ἀληθείας εἴωθε γίγνεσθαι.
5.4.8. μεταβάντες δὲ πάλιν ἐφ’ ἕτερα τῶν ὑπ’ αὐτοῦ γεγραμμένων εἰς τὸ προκείμενον ἐπιδείξομεν ὅπως καὶ τούτων ἔνια μὲν οἷς αὐτὸς εἶπεν οὐ συμφωνεῖ, ἔνια δ’ αὖ τοῖς ἐναργέσι μάχεται, τινὰ δὲ κατ’ ἄμφω πεπλημμέληται.
5.4.9. καὶ πρῶτόν γε πάλιν ἀναλαβὼν εἰς ὅπερ ἐτελεύτησεν ὁ προγεγραμμένος μοι λόγος, ὡς ὑγίεια καὶ νόσος αἶσχός τε καὶ κάλλος ψυχῆς ἐν τοῖς μέρεσι γίγνεται αὐτῆς καὶ ὡς τὰ μέρη ταῦτα ἔννοιαί τε καὶ προλήψεις εἰσί, συγχωρήσω μὲν αὐτῷ τήν γε πρώτην· ὅτι μὲν γὰρ ὅλως οὐ χρὴ κατὰ τὰς ἐνεργείας τίθεσθαι νόσον ἢ ὑγίειαν ἀλλ’ αἶσχος ἢ κάλλος μόνον, εἴρηταί μοι πρόσθεν.
5.4.10. ὅτι δ’ οὐδ’ εἴ τις οὕτω συγχωρήσειε τὰ γοῦν ἑξῆς ὀρθῶς εἴρηται, νῦν ἐπιδεῖξαι πειράσομαι. εἴπερ γὰρ ἐν τῷ μάχεσθαι δύο κρίσεις ἀλλήλαις ἡ τῶν παθῶν ἐστι γένεσις, ἀνάγκη τῶν δύο τούτων κρίσεων ἤτοι τὴν ἑτέραν μὲν ὑπάρχειν ἀληθῆ, τὴν ἑτέραν δὲ ψευδῆ, ἢ ἀμφοτέρας ψευδεῖς, εἴ τις καὶ τοῦτο συγχωρήσειεν, ἔχει γάρ τινα ζήτησιν λογικήν.
5.4.11. εἴτε δὲ ἀμφοτέρας ψευδεῖς εἴτε τὴν ἑτέραν αὐτῶν ἀληθῆ φαίημεν ὑπάρχειν, οὐδαμῶς ἡ μάχη τῶν κρίσεων ἔσται τὸ πάθος.
5.4.12. ἀλλ’ εἰ μὲν ἰσάζοιέν πως ἀλλήλαις αἱ κρίσεις ὡς πρὸς πίστιν, ἐπέχειν ἀναγκαῖον ἡμᾶς ἔσται περὶ τῆς τοῦ πράγματος ὑπάρξεως, εἰ δ’ ἡ ἑτέρα φαίνοιτο μακρῷ πιστοτέρα, συγκατατίθεσθαι μὲν καὶ πράττειν γέ τι κατὰ τὴν συγκατάθεσιν, οὐκ ἀπερισκέπτως δέ, καθάπερ εἰ καί τις τὴν ἡδονὴν ἀγαθὸν οἰόμενος ὑπάρχειν ἔχοι τι βραχὺ περιέλκον εἰς τοὐναντίον ἢ εἰ μόνον τὸ καλὸν ἀγαθὸν ὑπολαμβάνων ὅμως ἔτι καὶ αὐτὸς ἀντισπῶσαν ἑτέραν ὑπόληψιν ἔχοι πρὸς τὸ μὴ διατεταμένως πιστεύειν ἢ εἰ καθάπερ ὁ Πύρρων, ἀμφοτέρας ὁμοτίμως τιθέμενος ἐπέχοι περὶ τῆς ἀποφάσεώς τε καὶ συγκαταθέσεως.
5.4.13. ἐν οὐδενὶ γὰρ τῶν τοιούτων συνίσταται τὸ πάθος, ὥσπερ καὶ αὐτὸς ὁ Χρύσιππος ἐναργῶς ἐδήλωσε δι’ ὧν ἐν τῷ πρὸ τούτου γράμματι παρεθέμην ῥήσεων, ἐν αἷς φησιν
5.4.14. “οὐχὶ <εἰ> διημαρτημένως φέρεται καὶ παριδών τι κατὰ τὸν λόγον”, ὅσα τ’ ἄλλα τοιαῦτα προσέγραψε, συνίστα-σθαι τὸ πάθος, ἀλλ’ ὅταν ἀπειθὴς ἡ ὁρμὴ γίγνηται τῷ λόγῳ, ὥστε κἀνταῦθα πάλιν ἐναντιολογίαν τινὰ εὑρίσκεσθαι τοῦ Χρυσίππου πρὸς ἑαυτόν, εἴπερ ἀποχωρίσας τὸ πάθος τῶν διημαρτημένων κρίσεων αὖθις ἐν τῇ τῶν κρίσεων πρὸς ἀλλήλας <ἀν>ομολογίᾳ τά τε νοσήματα τῆς ψυχῆς καὶ τὰ πάθη συνίστασθαι λέγει.
5.4.15. μὴ τοίνυν θαυμάζωμεν ἔτι μηδ’ ὅτι τὰς θεραπείας τῶν παθῶν ὀρθῶς μὲν ὁ Πλάτων ἔγραψεν, ὡς καὶ ὁ Ποσειδώνιος αὐτῷ μαρτυρεῖ, μοχθηρῶς δ’ ὁ Χρύσιππος.
5.4.16. ὁ γὰρ μήτε πάσας τὰς αἰτίας τῶν παθῶν ἀποφήνασθαι τολμήσας, ἀλλ’ ἐν ταῖς κυριωτάταις ἀπορεῖν ὁμολογήσας, ὡς ἐν τῷ πρὸ τούτου δέδεικται γράμματι, μήτ’ ἐν αἷς ἐτόλμησεν εἰπεῖν τι καλῶς ἀποφηνάμενος, οὗτος οὐκ ἄν, οἶμαι, δύναιτο τὴν θεραπείαν αὐτῶν ποιήσασθαι κατὰ τρόπον.
5.4.17. ἀλλ’ ὅπερ εἶπον ἤδη καὶ πρόσθεν, εἴ τις ἐξελέγχοι τὰ τέσσαρα τοῦ Χρυσίππου βιβλία, πολὺ πλεόνων αὐτῷ δεήσει συγγραμμάτων.
5.5.1. ῞Οσα τοίνυν ἀναγκαιότατα πρὸς τὴν προκειμένην ἡμῖν πραγματείαν ἐστί, ταῦτα ἐπέλθωμεν μόνα καὶ πρῶτόν γε αὐτῶν προχειρισώμεθα τὸ περὶ τῆς τῶν παιδίων διοικήσεως.
5.5.2. οὔτε γὰρ ὑπὸ λόγου τὰς ὁρμὰς αὐτῶν ἐπιτροπεύεσθαι δυνατὸν εἰπεῖν, οὐ γὰρ ἔχουσιν ἤδη τὸν λόγον, οὔθ’ ὡς οὐ θυμοῦταί τε καὶ λυπεῖται καὶ ἥδεται καὶ γελᾷ καὶ κλαίει καὶ τοιαῦθ’ ἕτερα πάθη πάσχει μυρία. πολὺ γὰρ δὴ καὶ πλείω καὶ σφοδρότερα τὰ πάθη τοῖς παιδίοις ἐστὶν ἢ τοῖς τελείοις.
5.5.3. οὐ μὴν ἀκολουθεῖ γε ταῦτα τοῖς Χρυσίππου δόγμασιν, ὥσπερ οὐδὲ τῷ μηδεμίαν οἰκείωσιν εἶναι φύσει πρὸς ἡδονὴν ἢ ἀλλοτρίωσιν πρὸς πόνον. ᾄττει μὲν γὰρ ἀδιδάκτως ἅπαντα τὰ παιδία πρὸς τὰς ἡδονάς, ἀποστρέφεται δὲ καὶ φεύγει τοὺς πόνους.
5.5.4. ὁρῶμεν δ’ αὐτὰ καὶ θυμούμενα καὶ λακτίζοντα καὶ δάκνοντα καὶ νικᾶν ἐθέλοντα καὶ κρατεῖν τῶν τοιούτων, ὥσπερ ἔνια τῶν ζῴων, οὐδενὸς ἄθλου προβαλ<λ>ομένου παρὰ τὸ νικᾶν αὐτό.
5.5.5. φαίνεται δ’ ἐναργῶς τὸ τοιοῦτον ἐπ’ ὀρτύγων καὶ ἀλεκτρυόνων καὶ περδίκων ἰχνεύμονός τε καὶ ἀσπίδος [τε] καὶ κροκοδείλου καὶ μυρίων ἑτέρων.
5.5.6. οὕτως οὖν οἰκειοῦσθαι καὶ τὰ παιδία φαίνεται καὶ πρὸς ἡδονὴν καὶ πρὸς νίκην, ὥσπερ ὕστερόν ποτε δείκνυσιν, ἐπειδὰν προβαίνῃ κατὰ τὴν ἡλικίαν, ὅτι πρὸς τὸ καλὸν ἔχει τινὰ φυσικὴν οἰκείωσιν.