Читаем Сочинения. Том 3 полностью

2.8.12. ὁ δ’ ῾Ιπποκράτης· “γυνὴ ἐκαρδιήλγεε καὶ οὐδὲν καθίστη· πάλην ἐς ῥοιῆς χυλὸν ἀλφίτων ἐπιπάσσουσα καὶ μονοσιτίη ἤρκεσε καὶ <οὐκ> ἀνήμεεν οἷα τὰ Χαιρίωνος.”

2.8.13. ἅπαντες οὗτοι δηλοῦσιν ἐναργῶς τὸ στόμα τῆς γαστρὸς ὀνομάζεσθαι καρδίαν. ὥστε ταύτης μὲν τῆς καρδίας εἴη ἄν τι πάθος ἡ καρδιαλγία, τοῦ σπλάγχνου δ’ ὑπὲρ οὗ πρόκειται σκοπεῖν, εἰ τὸ κυριεῦον τῆς ψυχῆς μόριον ἐν ἑαυτῷ περιέχει, τοιοῦτον πάθος οὐδέποτε γίγνεται.

2.8.14. οὐδὲ γὰρ οὐδ’ αὐτοῦ τοῦ στόματος τῆς γαστρὸς ἅπαν ἄλγημα καρδιαλγίαν προσαγορεύουσιν, ἀλλὰ μόνον ἐπειδὰν ὑπὸ δριμέων ὑγρῶν ἐρεθίζηταί τε καὶ ἀναδάκνηται.

2.8.15. τοῦτο δ’ αὐτῷ συμβαίνει ἐν ταῖς λύπαις· διὸ καὶ χολὴν ἐμοῦσιν οἱ λυπηθέντες, ἐν οἷς δ’ ὑπέρχεται κάτω καὶ ἡ γαστὴρ αὐτοῖς ἄκρατα χολώδη διαχωρεῖ.

2.8.16. συμβαίνει δὲ οὐ μόνον τοῖς λυπηθεῖσιν ἀλλὰ καὶ τῶν ἐπὶ πλέον ἀσιτησάντων οὐκ ὀλίγοις δάκνεσθαι τὸ τῆς γαστρὸς στόμα καὶ μᾶλλον εἰ σφοδρῶς προγεγυμνασμένοι μὴ προσενέγκοιντο σιτία.

2.8.17. τοῖς τε γὰρ λυπηθεῖσι καὶ τοῖς γυμνασαμένοις εὐτονώτερον εἰς τὴν γαστέρα συρρεῖ χολὴ ξανθή· πρὸς ταύτης οὖν δακνόμενοι καρδιαλγοῦσιν.

2.8.18. οὐδ’ ἔστιν ἀναγκαῖον ἐν τῷδε τῷ λόγῳ τὴν αἰτίαν ἐπισκέπτεσθαι δι’ ἣν τοῦτο συμβαίνει· μόνον γάρ μοι πρόκειται δεῖξαι κατά γε τὸ παρὸν ὡς οὐκ ἔστι τῆς καρδίας τοῦ σπλάγχνου τὸ πάθος ἡ καρδιαλγία, καθάπερ οὐδὲ τὸ δάκνεσθαι κατὰ τὰς λύπας, ἀλλὰ τὸ μὲν σύμπτωμα τοῦ στόματος τῆς γαστρός, ἐπικεχείρηται δὲ ἀπὸ τῆς κατὰ τὴν θέσιν ἐγγύτητος, ὥσπερ γε καὶ τὸ πάλλεσθαι τὴν καρδίαν ἐν τοῖς φόβοις ἀπὸ συμβεβηκότος ἐπιχειρεῖται, ὧν ἑκάτερον οὐκ ἔστιν ἐπιστημονικόν.

2.8.19. εἰ δὲ συγχωρηθείη τοιοῦτον ὑπάρχειν, οὐ Στωϊκοῖς καὶ Περιπατητικοῖς, ἀλλ’ ῾Ιπποκράτει καὶ Πλάτωνι μαρτυρεῖ, καθάπερ καὶ ὁπόσα τοῖς θυμουμένοις ὁ Χρύσιππος γράφει συμπίπτειν ἔν τε τῷ θώρακι παντὶ καὶ κατὰ τὴν καρδίαν.

2.8.20. ἄχρι γὰρ ἂν ἐν μὲν τῷ διδάσκειν τε καὶ μανθάνειν καὶ ὅλως κινεῖσθαι τὴν ψυχὴν κατ’ ἐπιστήμην τινὰ μηδὲν ἐπιδεικνύωσι συμβαῖνον τῇ καρδίᾳ, κατὰ δὲ τὰ πάθη δεικνύωσιν, οὐ μόνον οὐκ ἀνατρέπουσι τὸν παλαιὸν λόγον ἀλλὰ καὶ κατασκευάζουσιν.

2.8.21. τὰ μὲν δὴ τοιαῦτα τῶν ἐπιχειρημάτων ἐκ τοῦ δευτέρου γένους ἐστὶ τῶν λημμάτων, ὥσπερ οἶμαι καὶ τὸ πρώτην ἁπάντων τῶν μορίων τοῦ ζῴου διαπλάττεσθαι τὴν καρδίαν.

2.8.22. οὐ γὰρ τὴν κατὰ δύναμιν ἀρχὴν ἐνδείκνυται τοῦτο συγχωρηθὲν ὑπὲρ ἧς νῦν ζητοῦμεν, ἀλλὰ τὴν κατὰ γένεσιν. —εἴρηται δέ μοι καὶ διώρισται σαφῶς ὑπὲρ τῆς διαφορᾶς τῶν ἀρχῶν ἐν τῷ πρόσθεν λόγῳ.—

2.8.23. τὸ μέντοι πρώτην μὲν ἁπάντων ἄρχεσθαι κινεῖσθαι τῶν τοῦ ζῴου μορίων αὐτήν, ὑστάτην δὲ παύεσθαι τῶν ἀποδεικτικῶν ἐστι λημμάτων.

2.8.24. ἐνδείκνυται γὰρ ἀρχὴν εἶναι κινήσεως αὐτήν, οὐ μὴν ἁπάσης γε, ἀλλὰ μόνης τῆς κατὰ τοὺς σφυγμούς, ἥτις ἑτέρου γένους ἐστὶ τῆς κατὰ προαίρεσιν· ἐκείνης δ’ οὔτ’ ἄρχεσθαι πρώτην οὔθ’ ὑστάτην παύεσθαι τὴν καρδίαν ἔχει τις δεῖξαι.

2.8.25. περαίνοιτ’ ἂν οὖν κἀκ τούτου τοῦ λήμματος οὐχ ὅπερ ᾿Αριστοτέλης τε καὶ Χρύσιππος ὑπολαμβάνουσιν, ἀλλ’ ὃ Πλάτωνι καὶ ῾Ιπποκράτει δοκεῖ, τῆς μὲν κατὰ προαίρεσιν ἐν ἡμῖν κινήσεως ἀρχὴν εἶναι τὸν ἐγκέφαλον, ἑτέρας δέ τινος ἀπροαιρέτου τὴν καρδίαν.

2.8.26. ἦν μὲν οὖν καὶ ταῦθ’ ἱκανὰ πρὸς ἀπόδειξιν τῶν προκειμένων, ἀλλ’ ἐπειδὴ προὐθέμην ἐν τῷδε τῷ βιβλίῳ τὰ λήμματα ἐπελθεῖν ἅπαντα τὰ λαμβανόμενα ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ, προσθεὶς ἔτι τὰ ὑπόλοιπα καταπαύσω τὸν λόγον.

2.8.27. ἐπ’ αὐτοῖς δ’ ἐστὶ καὶ τὸ τοῦ ᾿Αριστοτέλους λῆμμα, περὶ οὗ κατὰ τὴν τελευτὴν τοῦ πρώτου βιβλίου διῆλθον, ἐκ τῶν ὑπαρχόντων τῇ καρδίᾳ· πλῆθος γάρ τι νεύρων ἐν αὐτῇ φαίνεσθαί φησιν.

2.8.28. ἐδείχθη δ’ ὑφ’ ἡμῶν ὡς νευρώδη μέν τινα σώματα κατὰ τὴν καρδίαν εἴη, νεῦρα δ’ οὐκ εἴη, καὶ ὡς τὰ μὲν νευρώδη τῇ τοῦ σώματος ἰδέᾳ μόνον ἔοικε τοῖς νεύροις, οὐκ ἐνεργείᾳ τε καὶ χρείᾳ, κρίνεσθαι δὲ προσήκει τὴν ἐν τοῖς ὀργάνοις ἑτερότητα καὶ ταυτότητα ταῖς ἐνεργείαις καὶ ταῖς χρείαις αὐτῶν.

2.8.29. ὥστ’ οὐδὲν ἔτι περὶ τῶν αὐτῶν δέομαι διέρχεσθαι, μεταβήσομαι δ’ ἐπί τι τῶν ὑπολοίπων, οὗ σχεδὸν ἅπαντες μεμνημονεύκασιν οἷς ἡ καρδία πασῶν τῶν δυνάμεων ἀρχὴ τῶν ἐν τοῖς ζῴοις ὑπείληπται.

2.8.30. λέγουσι γὰρ ὅθεν ἡ τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχή, κατ’ ἐκεῖνο τὸ μόριον εἶναι καὶ τὸ λογιζόμενον τῆς ψυχῆς· ἐν καρδίᾳ δ’ εἶναι τὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις ἀρχήν, ὥστε καὶ τὸ λογιζόμενόν τε καὶ διανοούμενον ὑπάρχειν ἐν αὐτῇ. ψεύδονται δ’ ἐν ἀμφοτέροις τοῖς λήμμασιν.

2.8.31. οὔτε γὰρ ἐν καρδίᾳ τὴν ἀρχὴν τοῦ τρέφεσθαι τοῖς ζῴοις εἶναι συγχωροῦμεν —ἀλλ’ ἕν τι καὶ τοῦτ’ ἔστι τῶν ἐν τῇδε τῇ πραγματείᾳ προκειμένων εἰς τὴν σκέψιν, οὐ χρὴ δὲ τὸ ζητούμενον ὡς ὁμολογούμενον λαμβάνειν,— οὔτε τὸ μίαν ἀρχὴν ἀμφοτέρων ὑπάρχειν τῶν δυνάμεων, ἀλλὰ καὶ τούτου τὸ ἐναντίον ἡμεῖς ἀποδείκνυμεν.

2.8.32. θαυμάζω τοίνυν κἀνταῦθα τῶν ἀνδρῶν, εἰ ἄμφω τὰ ζητούμενα προχείρως λαμβάνουσιν οὐδεμίαν ἀπόδειξιν προστιθέντες.

2.8.33. ὅμοιον δέ τι ποιοῦσι κἀπειδὰν ὅθεν ἡ ἀρχὴ τῆς τροφῆς ἐστιν ἐνταῦθ’ εἶναι φάσκωσι καὶ τὸ ἡγεμονικόν, εἶθ’ ἑξῆς προσλαμβάνωσιν ὡς ἐν τῇ καρδίᾳ τῆς τροφῆς ἐστιν ἀρχή.

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука