9.5.30. —οὐ γὰρ οὖν.— ἀλλ’ ὦ φίλε ἐπειδὰν λάβῃς ὁπόσα τὰ διαστήµατά ἐστι τὸν ἀριθµὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος καὶ ὁποῖα καὶ τοὺς ὅρους τῶν διαστηµάτων καὶ τὰ ἐκ τούτων ὅσα συστήµατα γέγονεν, ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡµῖν τοῖς ἑποµένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρµονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώµατος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόµενα, ἃ δὴ δι’ ἀριθµῶν µετρηθέντα δεῖν αὖ φασι ῥυθµοὺς καὶ µέτρα ἐπονοµάζειν καὶ ἅµα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν· ὅταν γὰρ ταῦτά τε λάβῃς οὕτω, τότε ἐγένου σοφός· ὅταν δ’ ἄλλο τῶν ὄντων ὁτιοῦν ταύτῃ σκοπούµενος ἕλῃς, οὕτως ἔµφρων περὶ τούτου γέγονας.
9.5.31. τὸ δ’ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιµον οὐδ’ ἐνάριθµον, ἅτ’ οὐκ εἰς ἀριθµὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.
9.5.32. —κάλλιστα, ὦ Φίληβε, ἔµοιγε τὰ νῦν λεγόµενα εἰρηκέναι φαίνεται Σωκράτης.— καὶ ἐµοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡµᾶς οὗτος ὁ λόγος εἴρηται νῦν καὶ τί ποτε βουλόµενος; —ὀρθῶς µέντοι τοῦθ’ ἡµᾶς, ὦ Πρώταρχε, ἠρώτησε Φίληβος.— πάνυ µὲν οὖν καὶ ἀποκρίνου γε αὐτῷ.
9.5.33. —δράσω ταῦτα διελθὼν σµικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τούτων, ὥς φαµεν, οὐκ ἐπ’ ἀπείρου φύσιν [ἀεὶ] δεῖ βλέπειν εὐθὺς ἀλλ’ ἐπί τινα ἀριθµόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον ἀναγκασθῇ πρῶτον λαµβάνειν, µὴ ἐπὶ τὸ ἓν τοῦτο εὐθὺς ἀλλ’ ἐπ’ ἀριθµὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τ’ ἐκ πάντων εἰς ἕν.
9.5.34. πάλιν δὲ ἐν τοῖς γράµµασι τὸ νῦν λεγόµενον λάβωµεν. —πῶς;— ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος, ὡς λόγος ἐν Αἰγύπτῳ Θεύθ τινα τούτων γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν ἕτερα φωνῆς µὲν οὔ, φθόγγου δὲ µετέχοντά τινος, ἀριθµὸν δέ τινα καὶ τούτων εἶναι· τρίτον δὲ εἶδος γραµµάτων διεστήσατο τὰ νῦν λεγόµενα ἄφωνα ἡµῖν· τὸ µετὰ τοῦτο διῄρει τά τε ἄφωνα καὶ ἄφθογγα µέχρις ἑνὸς ἑκάστου καὶ τὰ φωνήεντα καὶ τὰ µέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθµὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύµπασι στοιχεῖον ἐπωνόµασε.
9.5.35. καθορῶν δ’ ὡς οὐδεὶς ἡµῶν οὐδ’ ἂν ἓν αὐτὸ καθ’ ἑαυτὸ ἄνευ πάντων αὐτῶν µάθοι, τοῦτον τὸν δεσµὸν αὖ λογισάµενος ὡς ὄντα ἕνα καὶ ταῦτα πάντα ἕν πως ποιοῦντα, µίαν ἐπ’ αὐτοῖς ὡς οὖσαν γραµµατικὴν τέχνην ἐπεφθέγξατο προσειπών.”
9.5.36. ταῦτα µὲν ὁ Πλάτων ἔγραψεν ἐν Φιλήβῳ περὶ συστάσεως τεχνῶν, τῆς κατὰ µέθοδον δηλονότι τὴν λογικήν, οὐ τῆς ἐκ τῆς πολυχρονίου τηρήσεως καὶ τῆς τῶν κατὰ µέρος ἀθροιζοµένης ἐµπειρίας.
9.5.37. ὅτι δ’ οὐκ ἄνευ τοῦ γεγυµνάσθαι περὶ διαίρεσίν τε καὶ σύνθεσιν οἷόν τε γενέσθαι τὴν λογικὴν σύστασιν τῶν τεχνῶν, εὔδηλόν ἐστιν ἐξ ὧν ἄχρι τοῦ δεῦρο λέλεκταί µοι.
9.5.38. καὶ µέντοι καὶ καθ’ ὅλον τὸ βιβλίον τὸν Φίληβον ἐν τοῖς ἑξῆς ἔργῳ δείκνυσι τὴν µέθοδον ἐπὶ τῆς ἡδονῆς ἁπάσας αὐτῆς τὰς διαφορὰς διελθών.
9.6.1. Οὕτω δὲ καὶ ὁ ῾Ιπποκράτης ἔφθασεν ἐν τῷ περὶ διαίτης ὀξέων µεµψάµενος τοὺς Κνιδίους ἰατροὺς ὡς ἀγνοοῦντας τὰς κατ’ εἴδη καὶ γένη διαφορὰς τῶν νοσηµάτων, αὐτὸς δὲ δείκνυσι τοὺς διορισµοὺς καθ’ οὓς τὸ δοκοῦν ἓν εἶναι πολλὰ γίγνεται τεµνόµενον, οὐκ ἐπὶ νοσηµάτων µόνον ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐν ᾧ τοὺς πλείστους τῶν ἐνδοξοτάτων ἰατρῶν εὑρεῖν ἐστιν ἐσφαλµένους ἄχρι καὶ τῶν βοηθηµάτων.
9.6.2. ἔνιοι µὲν γὰρ ἐπὶ τὰς κατὰ µέρος αὐτῶν ἐλθόντες χρείας ἀµέθοδον εἰργάσαντο τὴν διδασκαλίαν, ἔνιοι δὲ τὸ κοινότατον εἰπόντες ἄχρι µὲν τῆς προχείρου φαντασίας µεθοδικώτερον ἐποιήσαντο τὸν λόγον, τῇ ἀληθείᾳ δὲ µοχθηρότερον.
9.6.3. ἐντεῦθεν δὲ διεφώνησαν ἀλλήλοις, ἔνιοι µὲν ὡς οἰκεῖον βοήθηµα τοῦδέ τινος τοῦ πάθους, οἷον, εἰ τύχοι, πλευρίτιδος, ἀποφηνάµενοι τὴν φλεβοτοµίαν, ἔνιοι δὲ τὴν κάθαρσιν, ὥσπερ γε καὶ πυρίαν οἱ µὲν διὰ σπόγγων, οἱ δὲ διὰ τῶν καλουµένων ὑπὸ τῶν ἰατρῶν µαρσίπων ἤ τινος ἑτέρου.
9.6.4. κατὰ ταὐτὰ δὲ καὶ περὶ λουτρῶν καὶ περὶ ἀλουτίας διηνέχθησαν ὀξυµέλιτός τε καὶ µελικράτου καὶ ὕδατος καὶ οἴνου καὶ πτισάνης ἤτοι τοῦ διηθηµένου χυλοῦ µόνου διδόντες ἢ τῆς κριθώδους µόνης, οἱ δὲ καὶ σιτίων, ἄλλως ἄλλου διορισαµένου τάς τε διαφορὰς τῶν καµνόντων καὶ τῶν εἰρηµένων, <ὧν> ἔδειξε χρῇζον τὸ τῆς πλευρίτιδος πάθος.
9.6.5. ὅπως µὲν οὖν αὐτὸς διῆλθεν ἀτακτότερον πρῶτος εὑρίσκων, ἐν τοῖς ὑποµνήµασιν ἐξήγηµαι τοῦ Περὶ διαίτης ὀξέων, ὅ τινες µὲν ἐπιγράφουσι Πρὸς τὰς Κνιδίας γνώµας, ἔνιοι δὲ Περὶ πτισάνης, ἑκάτεροι µοχθηρῶς.
9.6.6. ἐγὼ δ’ ἵνα καὶ τούτου τοῦ λόγου ἔχωσι διὰ συντόµων σαφῆ τὴν διδασκαλίαν οἱ φιλοµαθεῖς, οὐκ ὀκνήσω δηλῶσαι τὰ κεφάλαια.
9.6.7. τῶν γάρ τοι πλευριτικῶν ἄρτι µὲν ἀρχοµένων ὀδυνᾶσθαι τὴν πλευράν, ὡς ἂν οὐδέπω τῆς διαθέσεως οὔσης σαφοῦς, ἀ<πο>πειρᾶσθαι κελεύει τῶν πυριάσεών τε καὶ θερµασµάτων ὀνοµαζοµένων καὶ διῆλθεν αὐτὸς τὴν ὕλην· εἶτα ἂν µὴ λύηται σκεψάµενον εἴτε “νεοβρῶτι ἐόντι” καὶ εἴτε “ὑποκεχωρηκυίας τῆς κοιλίας” εἴτε µή, διδάσκει τί ποιητέον ἐστίν.