Читаем Сочинения. Том 4 полностью

9.9.36. κἀπειδὴ ταῦτα ἔπραξεν, αὐτὸς ἐφεξῆς κατὰ λέξιν ὡδί πως ἔγραψε· “µήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡµᾶς ὄντας θορυβήσῃ, ὡς οὐδεὶς ποτοῦ ἐπιθυµεῖ, ἀλλὰ χρηστοῦ ποτοῦ, καὶ οὐ σίτου, ἀλλὰ χρηστοῦ σίτου. <πάντες γὰρ ἄρα τῶν ἀγαθῶν ἐπιθυµοῦσιν· εἰ οὖν ἡ δίψα ἐπιθυµία ἐστί, χρηστοῦ ἂν εἴη εἴτε πώµατος εἴτε ἄλλου ὅτου ἐστὶν ἐπιθυµία, καὶ αἱ ἄλλαι οὕτω. ἴσως γὰρ ἄν, ἔφη, δοκοῖ τι λέγειν ὁ ταῦτα λέγων. ἀλλὰ µέντοι, ἦν δ’ ἐγώ, ὅσα γ’ ἐστὶ τοιαῦτα οἷα εἶναί του, τὰ µὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐµοὶ δοκεῖ,> τὰ δ’ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου µόνου.”

9.9.37. εὔδηλον οὖν ὅτι προ[σ]θεὶς κατὰ τὸν λόγον εὐθὺς ἐν ἀρχῇ, “µήτοι τις, ἦν δ’ ἐγώ, ἀσκέπτους ἡµᾶς ὄντας θορυβήσῃ,” διὰ τοῦτο προσέθηκε τὸ ἀσκέπτους, εἰδὼς ὅτι περὶ ἕκαστον τούτων ἐσκέφθαι χρὴ διατρίψαντα καὶ γυµνασάµενον πολυειδῶς. τοιαύτη γάρ τις ἡ περιωδευµένη φαντασία παρὰ τοῖς µετ’ αὐτὸν ᾿Ακαδηµαϊκοῖς ὠνοµάσθη.

9.9.38. καὶ θαυµαστὸν οὐδὲν ἐκ τῆς πολλῆς τῆς περὶ τὸ προκείµενον πρᾶγµα σκέψεως ἀκριβεστέραν αὐτοῦ γίγνεσθαι τὴν γνῶσιν, ὅπου γε καὶ τῶν ταῖς αἰσθήσεσι διαγιγνωσκοµένων ἡ γνῶσις ἀκριβεστέρα τοῖς συνεχῶς αὐτὰ θεωµένοις γίγνεται, καθάπερ ἐπὶ πολλῶν διδύµων φαίνεται δοκούντων τοῖς µὲν ἀήθεσιν ἀπαραλλάκτων εἶναι, τοῖς δὲ συνήθεσι καὶ πάνυ ῥᾳδίως διακρινοµένων.

9.9.39. Ὥσπερ δὲ ἐπὶ τῶν ἀξιωµάτων αἱ ὁµοιότητες πλάνας καὶ αἱ ἀνοµοιότητες παρέχουσι τοῖς ἀγυµνάστοις τε καὶ ἀσκέπτοις, οὕτω καὶ περὶ τῶν ζητουµένων πραγµάτων ἀπάτη γίγνεται πολλάκις οὐχ ἥκιστα καὶ διὰ τὰς ὁµωνυµίας διττὰς οὔσας, ἑτέρας µὲν ἐκ <τοῦ> τῶν ὁµογλώττων ἔθους, ἑτέρας δ’ ἐξ αὐτοῦ τοῦ τῶν διαλέκτων· ὥσπερ ἀµέλει καὶ περὶ τῶν κατὰ τὴν ψυχὴν µερῶν ἡ ζήτησις γέγονεν ἀποδεικνύντος µὲν τοῦ Πλάτωνος µὴ δύνασθαι τὸ ταὐτὸν τἀναντία ποιεῖν ἢ πάσχειν κατὰ ταὐτόν τε καὶ πρὸς ταὐτόν· ἐν γὰρ τοῖς ἐπιφεροµένοις σαφῶς αὐτὸ τοῦτο διῆλθεν ὀνοµάζων ταὐτὸν τὸ τῆς ψυχῆς εἶδός τε καὶ µέρος.

9.9.40. ἔνιοι δὲ τὸ ταὐτὸν ἐπὶ δυνάµεως εἰρῆσθαί φασιν, ὡς <εἰ> καὶ οὗτος εἶπε τὴν αὐτὴν δύναµιν ἑνὶ χρόνῳ πρὸς ἕν τι πρᾶγµα µὴ δύνασθαι τἀναντία ποιεῖν ἢ πάσχειν, οὐδὲ τοῦτ’ ἐννοήσαντες, ὅτι τὸ µὲν ποιεῖν ἐπὶ τῆς δυνάµεως ἀκούειν ἐγχωρεῖ, τὸ πάσχειν δ’ οὐκ ἐγχωρεῖ· κατὰ γὰρ τὸ δρᾶν ὁ Πλάτων ἀεὶ φαίνεται τὸ τῆς δυνάµεως ὄνοµα προσφερόµενος, οὐ κατὰ τὸ πάσχειν.

9.9.41. ἕκαστον γὰρ τῶν ὄντων δρᾶν µέν τι δύναται καθ’ ἣν ἔχει δύναµιν [ἡγούµενος], οὐ µὴν καὶ πάσχειν κατὰ δύναµιν, ἀλλὰ καὶ κατὰ ἀσθένειαν µᾶλλον, ὅτε ἰσχυρότερον αὐτοῦ τὸ συντυγχάνον ὑπάρχει.

9.9.42. καὶ πρόδηλον δ’ ἐξ ὅλου τοῦ λόγου γέγονε, καθότι µοι δέδεικται καὶ διὰ τῆσδε τῆς πραγµατείας <καὶ> ἐν ᾗ περὶ τῶν τῆς ψυχῆς εἰδῶν ἐµνηµόνευσα κατὰ τὴν τοῦ Πλάτωνος γνῶσιν τὸν λόγον ποιούµενος, ἓν µὲν λέγειν αὐτόν, ὅ τι περ ἂν ὑποκείµενον ᾖ κατὰ τὴν ζήτησιν, οὐσίαν ἰδίαν ἔχον ἢ συµβεβηκός, οὐσία<ν> δὲ ἥτις µὴ δύναται τἀναντία περὶ τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον ἅµα δρᾶν τε καὶ πάσχειν.

9.9.43. ἀλλὰ καὶ τὸ τῆς διαιρέσεως ὄνοµα λέγεται µὲν κυρίως ὅταν ὅλον τι συνεχὲς ὂν <εἰς> τὰ µόρια τέµνηται, λέγεται δὲ καὶ κατὰ τὴν ἀπ’ αὐτοῦ µεταφοράν, ὅταν <γένος> εἰς διαφορὰς ἢ εἴδη.

9.9.44. συγχέονταί γέ τινες ἐν ταῖς τοιαύταις τοµαῖς, ὡς οὐ δύνασθαι διακρῖναι τὴν τῆς οὐσίας εἰς τὰ µέρη διαίρεσιν ἀπὸ τῆς τῶν γενῶν τε καὶ διαφορῶν καὶ εἰδῶν διαιρέσεως, ἔτι δὲ µᾶλλον, ὅτε κατὰ τὸ τρίτον σηµαινόµενον οἱ διαλεκτικοὶ διαίρεσιν ὀνοµάζουσιν τὴν τῶν φωνῶν εἰς τὰ σηµαινόµενα, καὶ κατ’ ἄλλην, ὅταν τὰς φυσικὰς οὐσίας ἐξ ὕλης ἀποίου καὶ εἴδους συγκεῖσθαι λέγωσιν, ὥσπερ δή γε κἀπειδὰν ἔκ τε τῆς ὑποκειµένης οὐσίας ἀποίου καὶ τῶν συµβεβηκότων αὐτῇ· λέγουσι γὰρ ἔνιοι φιλόσοφοι καὶ τὸ τοιοῦτον διαίρεσιν, ὥσπερ καὶ ἀνάλυσιν.

9.9.45. οὐ µὴν τάς γε οὐσίας διαιρεῖσθαί φασιν εἰς τὰς ἐν αὐταῖς δυνάµεις, ἀλλ’ ἑκάστην ἄτµητον οὖσαν ἐνεργεῖν τι κατὰ τὰς ἐν αὐτῇ δυνάµεις.

9.9.46. οὐδὲ γὰρ ἁπλῶς λέγουσι δύναµιν ἔχειν τινὰ τὴν οὐσίαν, ἀλλὰ προστιθέασι ποτὲ µὲν τοῦ καίειν ἢ ψύχειν ἢ ξηραίνειν ἢ ὑγραίνειν, ποτὲ δὲ τοῦ φαντασιοῦσθαι καὶ λογίζεσθαι καὶ κινεῖν ἑαυτὴν ἤ τι τῶν ἄλλων ὅσα [τε] τοιαῦτα κατὰ τὴν λογιστικὴν ψυχὴν ἐνεργοῦµεν, αὐτὴν µὲν οὖσαν µίαν, ἔχουσαν δὲ δυνάµεις πολλάς, ἃς ἁπάσας ἐν τῇ προειρηµένῃ πραγµατείᾳ διῆλθον.

<p>Книга девятая</p></span><span>

9.1.1. Я заранее пообещал изложить все, о чем говорят оба, и Гиппократ, и Платон, поэтому уже было исследовано и сказано о том, что имеет наибольшее значение для врачей и философов. Теперь пришло время обратиться ко всему остальному.

9.1.2. Оказывается, что весьма важно уметь отличать друг от друга те их учения, которые больше всего похожи; ведь полезно определить не только то, в чем они согласны, но и то, чем их учения различаются.

9.1.3. Итак, начнем именно с этого: покажем, что в целом у них доказываются одни и те же вещи, но в своих примерах один способствует нашим упражнениям во врачебном искусстве, а другой — в философии, и что посредством того, в чем они нас тренируют, они указывают нам путь, продвигаясь по которому, мы придем к намеченному.

Перейти на страницу:

Похожие книги