Ὅθεν οὐδὲ τοῖς καταλείψασι πάντα διὰ τὴν τῆς ψυχῆς σωτηρίαν καὶ ἀναχωρήσασιν ἔστιν ἐγκαλεῖν, ὡς ἂν ἑτέρων δι’ αὐτοὺς κατασχεθέντων. Καὶ γὰρ καὶ ἐν τῇ Ἐφέσῳ ἀντὶ Παύλου συνήρπασαν Γάιον εἰς τὸ θέατρον καὶ Ἀρίσταρχον, συνεκδήμους Παύλου, καὶ βουλόμενον εἰσελθεῖν εἰς τὸν δῆμον, ἐπεὶ καὶ δι’ αὐτόν, πείσαντα καὶ μεταστήσαντα πολὺν ὄχλον ἐπὶ τὴν θεοσέβειαν, ἡ στάσις ἦν γενομένη, οὐκ εἴων αὐτὸν οἱ μαθηταί, φησίν· Οὐ μὴν ἀλλὰ καί τινες τῶν Ἀσιαρχῶν ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτόν, παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. Εἰ δὲ ἐπιμένοιέν τινες ἐρεσχελοῦντες τοῖς εἰλικρινῶς προσέχουσι τῷ λέγοντι· Σώζων, σῶζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω, ὑπομνησθήτωσαν καὶ περὶ τοῦ προκρίτου τῶν ἀποστόλων Πέτρου, βεβλημένου τε ἤδη εἰς φυλακὴν καὶ παραδοθέντος τέσσαρσι τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, οὐ ἐν νυκτὶ φυγόντος καὶ ῥυσθέντος ἐκ χειρὸς τοῦ φονώδους Ἡρώδου καί πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων, κατ’ ἐντολὴν τοῦ Ἀγγέλου Κυρίου, γενομένης, φησίν, ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρών, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι, δι’ οὓς οὐδεμία αἰτία τῷ Πέτρῳ προσάπτεται. Ἐξῆν γὰρ καὶ αὐτούς, ἑωρακότας τὸ γενόμενον, ἐκφυγεῖν, ὡς πάντα τὰ παιδία τὰ ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, εἰ ἐγνώκεισαν οἱ γονεῖς αὐτῶν τὸ μέλλον ἔσεσθαι, ἅπερ ἀνῃρέθησαν ὑπὸ τοῦ μιαιφόνου Ἡρώδου διὰ τὸ ὑπ᾽ αὐτοῦ ζητούμενον ἀπολέσθαι ἓν παιδίον, ὅπερ καὶ αὐτὸ κατ᾽ ἐντολὴν Ἀγγέλου Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνομεύειν, διότι, πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οἱ γοῦν Μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦσι τὸ παιδίον, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ Θεῷ καὶ ἀνθρώπῳ. Ὅθεν οὐκέτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξίωσαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς προνοίας· Χρηματισθέντες γὰρ, φησί, κατ’ ὄναρ, μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι᾽ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Ὅθεν, ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, φησίν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον, ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Μεθ’ ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννηθὲν ἕτερον παιδίον ζητήσας ἀποκτεῖναι καὶ μὴ εὑρών, τὸν πατέρα αὐτοῦ Ζαχαρίαν ἐφόνευσε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, ἐκφυγόντος τοῦ παιδίου μετὰ τῆς μητρὸς Ἐλισάβετ, ἐφ᾽ ὧν οὐδεμίαν μέμψιν ἔχουσιν.