11. Οπότ’ οὖν ἐν τῷδε τῷ λόγῳ γεγόναµεν, ἐπιστήσαντες αὐτὸν ἀναλάβωµεν ἐν κεφαλαίοις τὰ εἰρηµένα. γνωσόµεθα γὰρ οὕτως, ὁπόσον τε τοῦ ζητουµένου τὸ εὑρηµένον ἤδη, καὶ ὁπόσον ἔτι τὸ ὑπολειπόµενόν ἐστι. προὔκειτο µὲν ἡµῖν συστήσασθαι τέχνην ὑγείας ποιητικὴν, ἀλλ’ οὐχ οὕτως, ὡς ἡ οἰκοδοµικὴ τῆς οἰκίας δηµιουργική ἐστιν, ἀλλ’ ὡς τοῦ διαφθειροµένου µέρους αὐτῆς ἐπανορθωτική. καὶ οὐδ’ ἐνταῦθα πάντη τὸν αὐτὸν τρόπον, ἀλλ’ αὐτὸ δὴ τοῦτο τὸ ζητούµενον ἦν ἐξευρεῖν, ἄχρι πόσου παραπλησίως οἰκοδόµῳ τὰ σφάλµατα τοῦ σώµατος ἐπανορθοῦσθαι δυνατός ἐστιν ὁ τὴν ὑγιαστικὴν τέχνην µεταχειριζόµενος. ἐπεὶ δ’ ἀναγκαῖον εἰς ἅπαντα τὰ τοιαῦτα προεγνῶσθαι τὴν φύσιν τοῦ σώµατος, οὗ τὰ σφάλµατα µέλλει θεραπεύειν ἡ τέχνη, διὰ τοῦτ’ αὐτὸ ἐζητήσαµεν. εὑρόντες δ’, ὡς ἐνέργειαί τε καὶ κατασκευαὶ µορίων εἰσὶ κατὰ φύσιν, ὧν ἀντιποιεῖσθαι χρὴ παντὶ τρόπῳ τῆς φυλακῆς τε καὶ τῆς ἐπανορθώσεως, ἐπειδὰν πάσχοιεν, ἐκ πόσων συµπληροῦται τὸ κατὰ φύσιν, ἐζητήσαµεν. εὑρόντες δ’, ὡς τοῖς ὀργανικοῖς µορίοις ἐκ συνθέσεώς ἐστι τῶν ἐν αὐτοῖς ἁπλῶν ἡ οὐσία, τοῖς δ’ ἁπλοῖς ἐκ τῶν τεσσάρων στοιχείων, ἐφεξῆς καὶ περὶ τῶν καθ’ ἑκάτερα νοσηµάτων σκεψόµεθα. καὶ σχεδὸν ἡµῖν ὁ λόγος ἤδη τὴν γνῶσιν τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐξεύρηκεν, οὐδὲ ταύτην ἅπασαν, ἀλλ’ εἶδός τι µόνον αὐτῆς, καὶ οἷον παράδειγµα. τὴν δὲ σύµπασαν οὐσίαν τῆς τῶν ὑγιεινῶν τε καὶ νοσωδῶν σωµάτων ἐπιστήµης ἕξοµεν, ἐπειδὰν ταῖς ὕλαις ἐµβιβάσωµεν τὰ εἴδη. χρὴ γὰρ οὐ µόνον, ὅτι θερµοῦ, καὶ ψυχροῦ, καὶ ξηροῦ, καὶ ὑγροῦ κερασθέντων ἕκαστόν τι γίγνεται µόριον, ἐγνωκέναι τὸν ἰατρὸν, ἀλλὰ καὶ κατ’ εἶδος ἐπελθόντα, τίς µὲν ἡ τῶν ὀστῶν ἐστι κρᾶσις, ὁποία δ’ ἡ τῶν σαρκῶν τε, καὶ νεύρων, καὶ φλεβῶν, ἑκάστου τε τῶν ἄλλων τῶν ἁπλῶν. ὡσαύτως δὲ καὶ τῶν ὀργανικῶν, ἥτις ἑκάστου µορίου σύνθεσις, οἷον χειρὸς, σκέλους, ἥπατος, θώρακος, πνεύµονος, καρδίας, ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐχ ἁπλῶς τὰ γένη τε καὶ τὰς διαφορὰς τῶν νοσηµάτων αὔταρκές ἐστι γιγνώσκειν, ἀλλὰ καὶ καθ’ ἕκαστον µόριον, ὅπως γίγνεται ταῦτα. τοῦτο γὰρ ποιήσαντες ἐπιστήµην ἂν ἔχοιµεν ὑγιεινοῦ τε καὶ νοσεροῦ σώµατος, οὐ κατὰ τὸ εἶδος µόνον, ἀλλὰ καὶ καθ’ ὅλην τὴν οὐσίαν, ἥτις ἐκ συναµφοτέρων ἐδείχθη συνίστασθαι, τοῦ τε εἴδους καὶ τῆς ὑποδεχοµένης ὕλης αὐτό. κατάλοιπον δ’ ἐστὶ διελθεῖν, ὅπως ἄν τις ἐξιάσαιτο τά τε νοσήµατα καὶ φυλάττοιτο τὴν ὑγείαν, ἅπερ ἐπιπλεῖστον µὲν ἐν δύο πραγµατείαις διερχόµεθα, τῇ τε τῆς θεραπευτικῆς µεθόδου, καὶ τῇ τῶν ὑγιεινῶν. ἐνταῦθα δ’, ὅσον ὑποδεῖξαι τὴν µέθοδον, αὐτῶν ἀρκεῖ µνηµονεῦσαι.