В завершающем фрагменте разбираемого нами трактата Гален останавливается на симптомах, связанных с патологическими выделениями, разделяет их на неестественные по своей природе, качеству и количеству (фрагмент 6). Примером симптома, неестественного по природе, являются кровотечения различного происхождения: при нормальном состоянии организма их не должно быть вовсе. Расстройства мочеиспускания могут представлять собой симптомы патологические как по количеству (от задержки мочи до «мочевого истечения»), так и по качеству (когда моча резко меняет запах и (или) консистенцию).
Трактат «О разновидностях симптомов» демонстрирует результаты теоретико-практических обобщений Галена-врача, систематизация которых происходит в рамках его натурфилософских доктрин, позволяющих предложить универсальный понятийный инструментарий для выводов.
ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΩΙ ΠΛΑΤΩΝΟΣ ΤΙΜΑΙΩΙ ΙΑΤΡΙΚΩΣ ΕΙΡΗΜΕΝΩΝ[232]
[76d3-e6] Τὸ δ’ ἐν τῇ περὶ τοὺς δακτύλους καταπλοκῇ τοῦ νεύρου καὶ τοῦ δέρµατος ὀστοῦ τε, συµµειχθὲν ἐκ τριῶν, ἀποξηρανθὲν ἓν κοινὸν συµπάντων σκληρὸν γέγονεν δέρµα, τοῖς µὲν συναιτίοις τούτοις δηµιουργηθέν, τῇ δὲ αἰτιωτάτῃ διανοίᾳ τῶν ἔπειτα ἐσοµένων ἕνεκα εἰργασµένον. ὡς γάρ ποτε ἐξ ἀνδρῶν γυναῖκες καὶ τἆλλα θηρία γενήσοιντο, ἠπίσταντο οἱ συνιστάντες ἡµᾶς, καὶ δὴ καὶ τῆς τῶν ὀνύχων χρείας ὅτι πολλὰ τῶν θρεµµάτων καὶ ἐπὶ πολλὰ δεήσοιτο ᾔδεσαν, ὅθεν ἐν ἀνθρώποις εὐθὺς γιγνοµένοις ὑπετυπώσαντο τὴν τῶν ὀνύχων γένεσιν. τούτῳ δὴ τῷ λόγῳ καὶ ταῖς προφάσεσιν ταύταις δέρµα τρίχας ὄνυχάς τε ἐπ’ ἄκροις τοῖς κώλοις ἔφυσαν.
… προτεταγµένοις µορίοις, τὸ δέρµα δὲ οὕτως περιλαµβάνει τὰς ῥίζας, ὡς τοὺς ὀδόντας <τὰ> οὖλα. καὶ µέντοι καὶ ταῖς ὑποκειµέναις φλεψὶν ὑπερφύονται σαφῶς οἱ ὄνυχες, ὥστε ἔνεστι τῷ βουλοµένῳ µὴ µόνον <ἐξ> ὀστοῦ καὶ νεύρου καὶ δέρµατος, ἀλλὰ καὶ σαρκὸς καὶ φλεβὸς ὑµένων τε καὶ συνδέσµων οἴεσθαι γεγονέναι τοὺς ὄνυχας. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν ἄλλοις τέ τισι καὶ τῷ τρίτῳ Περὶ τῆς ῾Ιπποκράτους ἀνατοµῆς.
[76e7-77c5] ᾿Επεὶ δὲ πάντ’ ἦν τὰ τοῦ θνητοῦ ζῴου συµπεφυκότα µέλη καὶ µέρη, τὴν δὲ ζωὴν ἐν πυρὶ καὶ πνεύµατι συνέβαινεν ἐξ ἀνάγκης ἔχειν αὐτῷ, καὶ διὰ ταῦτα ὑπὸ τούτων τηκόµενον κενούµενόν τ’ ἔφθινε, βοήθειαν αὐτῷ θεοὶ µηχανῶνται. τῆς γὰρ ἀνθρωπίνης ξυγγενῆ φύσεως φύσιν ἄλλαις ἰδέαις καὶ αἰσθήσεσι κεραννύντες, ὥστε ἕτερον εἶναι ζῷον, φυτεύουσιν· ἃ δὴ νῦν ἥµερα δένδρα καὶ φυτὰ καὶ σπέρµατα παιδευθέντα ὑπὸ γεωργίας τιθασσῶς πρὸς ἡµᾶς ἔσχε, πρὶν δ’ ἦν µόνα τὰ τῶν ἀγρίων γένη, πρεσβύτερα τῶν ἡµέρων ὄντα. πᾶν γὰρ οὖν ὅτιπερ ἂν µετάσχῃ τοῦ ζῆν, ζῷον µὲν ἂν ἐν δίκῃ λέγοιτ’ ὀρθότατα· µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος, ᾧ δόξης µὲν λογισµοῦ τε καὶ νοῦ µέτεστι τὸ µηδέν, αἰσθήσεως δὲ ἡδείας καὶ ἀλγεινῆς [τῆς] µετὰ ἐπιθυµιῶν. πάσχον γὰρ διατελεῖ πάντα, στραφέντι δ’ αὐτῷ <ἐν ἑαυτῷ> περὶ αὑτό, τὴν µὲν ἔξωθεν ἀπωσαµένῳ κίνησιν, τῇ δὲ οἰκείᾳ χρησαµένῳ, τῶν αὑτοῦ <τι> λογίσασθαι κατιδόντι φύσει οὐ παραδέδωκεν ἡ γένεσις· διὸ δὴ ζῇ µέν, ἐστὶ δὲ οὐχ ἕτερον ζῴου, µόνιµον δὲ καὶ κατερριζωµένον πέπηγε διὰ τὸ τῆς ὑφ’ ἑαυτοῦ κινήσεως ἐστερῆσθαι.