[77d6-e6] µετὰ δὲ ταῦτα σχίσαντες περὶ τὴν κεφαλὴν τὰς φλέβας καὶ δι’ ἀλλήλων ἐναντίας πλέξαντες διεῖσαν, τὰς µὲν ἐκ τῶν δεξιῶν ἐπὶ τἀριστερὰ τοῦ σώµατος, τὰς δ’ ἐκ τῶν ἀριστερῶν ἐπὶ τὰ δεξιὰ κλίναντες, ὅπως δεσµὸς ἅµα τῇ κεφαλῇ πρὸς τὸ σῶµα εἴη µετὰ τοῦ δέρµατος, ἐπειδὴ νεύροις οὐκ ἦν κύκλῳ κατὰ κορυφὴν περιειληµµένη, καὶ δὴ καὶ τὸ τῶν αἰσθήσεων πάθος ἵν’ ἀφ’ ἑκατέρων τῶν µερῶν εἰς ἅπαν τὸ σῶµα εἴη διάδηλον.
<Αἱ κατὰ τὴν κεφαλὴν φλέβες> διέρχεσθαί τισιν ἔδοξαν αἵ τ’ ἐκ τῶν ἀριστερῶν εἰς τὰ δεξιὰ αἵ τ’ ἐκ τῶν δεξιῶν εἰς τὰ ἀριστερά, τοῖς δὲ ἀκριβέστερον ἀνατέµνουσιν ἑνοῦσθαι τὰ πέρατα αὐτῶν ἀλλήλοις, ὅπερ καὶ κατ’ ἄλλα γίνεται µέρη τοῦ σώµατος. δεσµὸν δὲ ἡγεῖται µὲν τῆς κεφαλῆς εἶναι τὴν ἕνωσιν αὐτῶν ἀγνοῶν τοὺς ὄντως δεσµοὺς αὐτῆς, µεγίστους µὲν τοὺς κατὰ τὰς ῥαφάς, µικροὺς δὲ τόν τε περικράνιον ὑµένα καὶ τὸ δέρµα, παχύτερον δὲ τοῦ κατὰ τὸ σῶµα παντὸς δέρµατος, ὡς ἐπιτετάσθαι δοκεῖν ἔνδοθεν αὐτῷ σαρκοειδῆ τινα οὐσίαν λεπτὴν ἐσφιγµένην τε περὶ τὸ κρανίον. νεῦρον δὲ κατὰ τὴν κεφαλὴν οὐδὲν εἶναί φησι διὰ τὸ µὴ γινώσκειν µὲν τὰ προαιρετικὰ προσαγορευόµενα, µήτε δὲ συνδετικὰ κατ’ αὐτὴν εἶναι µήτε τένοντας. <ἀλλ’ οὐδὲ τοῦτο ὀρθῶς φησι τὰς> ἀντεµπλοκὰς γίνεσθαι τῶν φλεβῶν, ἵνα τὸ τῶν αἰσθήσεων πάθος εἰς ὅλον <τὸ σῶµα> διαδιδῶται, µὴ γινώσκων µηδὲ ἐνταῦθα διὰ νεύρων τὰς αἰσθήσεις γινοµένας, ὅπερ, ὡς ἔφην, καὶ τῶν παλαιῶν ἰατρῶν ἠγνόησάν τινες.
[77e7-78b2] Τὸ δ’ ἐντεῦθεν ἤδη τὴν ὑδραγωγίαν παρεσκεύασαν τρόπῳ τινὶ τοιῷδε, ὃν κατοψόµεθα ῥᾷον προδιοµολογησάµενοι τὸ τοιόνδε, ὅτι πάντα ὅσα ἐξ ἐλαττόνων συνίσταται στέγει τὰ µείζω, τὰ δὲ ἐκ µειζόνων τὰ σµικρότερα οὐ δύναται,
῾Υδραγωγίαν ὠνόµασε τὴν διὰ τῶν φλεβῶν φορὰν τοῦ αἵµατος, ἀπὸ τῆς προειρηµένης εἰκόνος ἐπὶ τῶν ‘ὀχετῶν’ τὴν µεταφορὰν τῆς προσηγορίας ποιησάµενος· γίνεσθαι δέ φησι, τοῦ πνεύµατος ἅµα τῇ θερµασίᾳ ‘διὰ τῆς κοιλίας’ ἐξιόντος, εἶθ’ ἑαυτῷ συναναφέροντος τὰ καταθραυσθέντα τῆς τροφῆς µόρια. τὸ µὲν κεφάλαιον τοῦ λόγου συντόµως τε ἅµα καὶ σαφῶς εἴρηταί µοι, τὰ δ’ ἐφεξῆς εἰρηµένα δυσνόητά τε καὶ δύσρητά ἐστι, καὶ διὰ τοῦτο καθ’ ἑκάστην λέξιν ἐξήγησιν αὐτῶν ποιησάµενος ὕστερον ἀθροίσω πρὸς µίαν ἅπαντα σύνοψιν.
[78b2s] τούτοις οὖν κατεχρήσατο ὁ θεὸς εἰς τὴν ἐκ τῆς κοιλίας ἐπὶ τὰς φλέβας ὑδρείαν
Τούτοις λέγει τοῖς προειρηµένοις, τῷ τε πνεύµατι καὶ τῷ πυρί·‘πῦρ’ γὰρ ὀνοµάζει τὴν ἐν τῷ σώµατι θερµασίαν, ἀπὸ τοῦ γεννήσαντος αὐτὴν στοιχείου τὴν προσηγορίαν µεταφέρων, ἐπειδὴ τὸ θερµὸν ἅπαν ἐπικρατείᾳ πυρὸς γέγονε τοιοῦτον.
[78b3s] πλέγµα ἐξ ἀέρος καὶ πυρὸς οἷον οἱ κύρτοι συνυφηνάµενος
Τοὺς τῶν ἁλιέων κύρτους λέγει, οὓς εἰ µή τις ἴδοι πρότερον, οὐκ ἂν ἀκολουθήσειε τοῖς λεχθησοµένοις οὖσι δυσρήτοις, ὡς καὶ τοῖς ἑωρακόσι τοὺς κύρτους µόγις νοηθῆναι. εἰ µὲν οὖν τις ἐπιθαλάττιον οἴκησιν ἔχοι, πειραθήτω πρότερον ἰδεῖν τοὺς κύρτους τῶν ἁλιέων, εἰ δὲ χερσαῖός τις καὶ ὄρειος εἴη, ἀλλὰ ταλάρους γε πάντως ἐθεάσατο· νοήσας οὖν τούτους ἀτρήτους µὲν κατὰ τὴν βάσιν ἀνεῳγµένον δὲ τὸ ἄνω στόµιον ἔχοντας, οὕτω τοῖς λεχθησοµένοις προσσχέτω τὸν νοῦν.
[78b4s] Διπλᾶ κατὰ τὴν εἴσοδον ἐγκύρτια ἔχον
Νενοηµένου σοι τοῦ τῶν ἁλιέων κύρτου, ὅπερ ἐστὶ πλέγµα ἁπλοῦν, νόησον ἐν αὐτῷ περιεχόµενον ὅµοιον µὲν τῷ µεγάλῳ, µικρὸν δὲ [οἷον ἐκεῖνο] κύρτον <ἄλλον, τὸ καλούµενον ἐγκύρτιον>, ὅπερ ἐστὶ πλέγµα διὰ σχοίνων οἷον [περ] <ἐκεῖνο> τὸ ὅλον, ἐκ τῆς τοῦ µεγάλου κύρτου βάσεως ἀνατεινόµενον, κοινὴν µὲν ἔχον τὴν βάσιν αὐτῷ, τὸ δὲ στόµιον οὐκ εἰς ἴσον ὕψος ἀνῆκον τῷ περιέχοντι κύρτῳ, ἀλλὰ κατωτέρω πολὺ παυόµενον αὐτοῦ. εἰ δή σοι νενόηται τὸ ἁπλοῦν ἐγκύρτιον τοῦτο, ἤδη ῥᾴδιον νοῆσαι καὶ τὸ διπλοῦν· ὁποῖον γάρ ἐστι τοῦτο ὃ διηγησάµην, τοιοῦτο καὶ ἄλλο περιεχόµενον ἐν τῷ µεγάλῳ κύρτῳ προσυπόθου· κἀπειδὰν καὶ τοῦτο <νοήσῃς, ἐπ’ αὐτῷ> νόησον ἀνατεινόµενον ἀφ’ ἑκατέρου τῶν ἐγκυρτίων πλέγµα τι πρόµηκες ἄχρι τοῦ στοµίου τοῦ µεγάλου κύρτου, ὡς ἐσχίσθαι δίχα τὴν εἰς τὸν µέγαν κύρτον εἴσοδον τοῖς ἰχθύσι, τῶν µὲν κατὰ θάτερον στόµιον, τῶν δὲ κατὰ θάτερον εἰσιόντων· συµβήσεται γὰρ οὕτως καίτοι διειργοµένους ἀλλήλων ὅµως ἑνὶ λέγεσθαι περιέχεσθαι κύρτῳ τῷ µεγάλῳ, καθάπερ γε καὶ καθ’ ἕτερον οὔκ, ἐν ἑνί γε τῶν σµικρῶν ὄντας κύρτων, οὓς ἐγκύρτια κέκληκεν.
[78b5s] ῟Ων θάτερον αὖ πάλιν διέπλεξεν δίκρουν