[78c3-d2] τὸ µὲν τῶν ἐγκυρτίων εἰς τὸ στόµα µεθῆκεν: διπλοῦ δὲ ὄντος αὐτοῦ κατὰ µὲν τὰς ἀρτηρίας εἰς τὸν πλεύµονα καθῆκεν θάτερον, τὸ δ’ εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας: τὸ δ’ ἕτερον σχίσας τὸ µέρος ἑκάτερον κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκεν κοινόν, ὥσθ’ ὅτε µὴ κατὰ στόµα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύµατα ἀναπληροῦσθαι. τὸ δὲ ἄλλο κύτος τοῦ κύρτου περὶ τὸ σῶµα ὅσον κοῖλον ἡµῶν περιέφυσεν
Οὐ τοῦτό φησιν ὅτι τὸ µὲν ἕτερον τῶν ἐγκυρτίων εἰς τὸ στόµα καθῆκεν, εἰρήκει γὰρ ἂν ἐφεξῆς ‘τὸ δὲ ἕτερον εἰς τόδε τι τοῦ σώµατος’, ἀλλ’ ἐπὶ τὸ πλόκανον ἀναφέρων εἶπεν, ὡς εἶναι τὸν ὅλον λόγον αὐτοῦ τοιοῦτον· ‘ὧν εἶπον πλοκάνων τριῶν, ἑνὸς µὲν τοῦ µεγάλου κύρτου, δυοῖν δὲ τῶν οἷον ἐγκυρτίων, τὸ µὲν τῶν ἐγκυρτίων πλόκανον εἰς τὸ στόµα µεθῆκε· διπλοῦ δ’ ὄντος αὐτοῦ κατὰ µὲν τὰς ἀρτηρίας <εἰς τὸν πνεύµονα> καθῆκε τὸ ἕτερον αὐτῶν, τὸ δὲ λοιπὸν ἓν εἰς τὴν κοιλίαν παρὰ τὰς ἀρτηρίας· δυοῖν δὲ ὄντων τῶν ἐγκυρτίων, ὡς εἴρηται, τὸ ἕτερον, ὅπερ ἔφην καὶ πρότερον εἶναι ‘δίκρουν’, σχίσας τὸ µέρος ἑκάτερον δίχα κατὰ τοὺς ὀχετοὺς τῆς ῥινὸς ἀφῆκε κοινόν’. διὰ τί τοίνυν κοινὸν αὐτὸ εἶπεν, αὐτὸς ἐφεξῆς δηλώσει λέγων ὥστε <ὅτε> µὴ κατὰ τὸ στόµα ἴοι θάτερον, ἐκ τούτου πάντα καὶ τὰ ἐκείνου ῥεύµατα ἀναπληροῦσθαι· τὸ γὰρ τῆς ἀναπνοῆς ἐγκύρτιον ‘δίκρουν’ γενόµενον ὁδοὺς ἔσχε τοῦ πνεύµατος δύο, µίαν µὲν κατὰ τὸ στόµα, τὴν δ’ ἄλλην διὰ τῆς ῥινός, ἥτις, ὅτ<αν ἡ τοῦ πνεύ>µατος εἴσοδος ἡ κατὰ τὸ στόµα πεπαυµένη πως ᾖ, καὶ <τὴν δι’ ἐκείνης χορηγουµένην οὐ>σίαν ἐκπληροῖ. ταῦτα εἰπὼν ὁ Πλάτων περὶ τῶν ἐγκυρτίων <καὶ περὶ τῶν ἀρτηριῶν καὶ φλεβῶν> ἐφεξῆς ἔφη· καλεῖ δὲ αὐτὰς ἀπὸ τῆς ἐπικρατούσης οὐσίας ‘πυρὸς ἀκτῖνας’.
[78d2-79a4] καὶ πᾶν δὴ τοῦτο τοτὲ µὲν εἰς τὰ ἐγκύρτια συρρεῖν µαλακῶς, ἅτε ἀέρα ὄντα, ἐποίησεν, τοτὲ δὲ ἀναρρεῖν µὲν τὰ ἐγκύρτια, τὸ δὲ πλέγµα, ὡς ὄντος τοῦ σώµατος µανοῦ, δύεσθαι εἴσω δι’ αὐτοῦ καὶ πάλιν ἔξω, τὰς δὲ ἐντὸς τοῦ πυρὸς ἀκτῖνας διαδεδεµένας ἀκολουθεῖν ἐφ’ ἑκάτερα ἰόντος τοῦ ἀέρος, καὶ τοῦτο, ἕωσπερ ἂν τὸ θνητὸν συνεστήκῃ ζῷον, µὴ διαπαύεσθαι γιγνόµενον: τούτῳ δὲ δὴ τῷ γένει τὸν τὰς ἐπωνυµίας θέµενον ἀναπνοὴν καὶ ἐκπνοὴν λέγοµεν θέσθαι τοὔνοµα. πᾶν δὲ δὴ τό τ’ ἔργον καὶ τὸ πάθος τοῦθ’ ἡµῶν τῷ σώµατι γέγονεν ἀρδοµένῳ καὶ ἀναψυχοµένῳ τρέφεσθαι καὶ ζῆν: ὁπόταν γὰρ εἴσω καὶ ἔξω τῆς ἀναπνοῆς ἰούσης τὸ πῦρ ἐντὸς συνηµµένον ἕπηται, διαιωρούµενον δὲ ἀεὶ διὰ τῆς κοιλίας εἰσελθὸν τὰ σιτία καὶ ποτὰ λάβῃ, τήκει δή, καὶ κατὰ σµικρὰ διαιροῦν, διὰ τῶν ἐξόδων ᾗπερ πορεύεται διάγον, οἷον ἐκ κρήνης ἐπ’ ὀχετοὺς ἐπὶ τὰς φλέβας ἀντλοῦν αὐτά, ῥεῖν ὥσπερ αὐλῶνος διὰ τοῦ σώµατος τὰ τῶν φλεβῶν ποιεῖ ῥεύµατα.