[79e10-80c8] Καὶ δὴ καὶ τὰ τῶν περὶ τὰς ἰατρικὰς σικύας παθηµάτων αἴτια καὶ τὰ τῆς καταπόσεως τά τε τῶν ῥιπτουµένων, ὅσα ἀφεθέντα µετέωρα καὶ ὅσα ἐπὶ γῆς φέρεται, ταύτῃ διωκτέον, καὶ ὅσοι φθόγγοι ταχεῖς τε καὶ βραδεῖς ὀξεῖς τε καὶ βαρεῖς φαίνονται, τοτὲ µὲν ἀνάρµοστοι φερόµενοι δι’ ἀνοµοιότητα τῆς ἐν ἡµῖν ὑπ’ αὐτῶν κινήσεως, τοτὲ δὲ σύµφωνοι δι’ ὁµοιότητα. τὰς γὰρ τῶν προτέρων καὶ θαττόνων οἱ βραδύτεροι κινήσεις ἀποπαυοµένας ἤδη τε εἰς ὅµοιον ἐληλυθυίας, αἷς ὕστερον αὐτοὶ προσφερόµενοι κινοῦσιν ἐκείνας, καταλαµβάνουσιν, καταλαµβάνοντες δὲ οὐκ ἄλλην ἐπεµβάλλοντες ἀνετάραξαν κίνησιν, ἀλλ’ ἀρχὴν βραδυτέρας φορᾶς κατὰ τὴν τῆς θάττονος, ἀποληγούσης δέ, ὁµοιότητα προσάψαντες, µίαν ἐξ ὀξείας καὶ βαρείας συνεκεράσαντο πάθην· ὅθεν ἡδονὴν µὲν τοῖς ἄφροσιν, εὐφροσύνην δὲ τοῖς ἔµφροσιν διὰ τὴν τῆς θείας ἁρµονίας µίµησιν ἐν θνηταῖς γενοµένην φοραῖς παρέσχον. καὶ δὴ καὶ τὰ τῶν ὑδάτων πάντα ῥεύµατα, ἔτι δὲ τὰ τῶν κεραυνῶν πτώµατα καὶ τὰ θαυµαζόµενα ἠλέκτρων περὶ τῆς ἕλξεως καὶ τῶν Ἡρακλείων λίθων, πάντων τούτων ὁλκὴ µὲν οὐκ ἔστιν οὐδενί ποτε, τὸ δὲ κενὸν εἶναι µηδὲν περιωθεῖν τε αὑτὰ ταῦτα εἰς ἄλληλα, τό τε διακρινόµενα καὶ συγκρινόµενα πρὸς τὴν αὑτῶν διαµειβόµενα ἕδραν ἕκαστα ἰέναι πάντα, τούτοις τοῖς παθήµασιν πρὸς ἄλληλα συµπλεχθεῖσιν τεθαυµατουργηµένα τῷ κατὰ τρόπον ζητοῦντι φανήσεται.
Οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο µόνον σχεδὸν ἀποστὰς ῾Ιπποκράτους· ὅτι µὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτ’ ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, ᾿Ερασίστρατος ἔδειξεν ἐλέγξας <τὴν τοῦ> ῾Εστιαίου δόξαν·ὅτι δὲ ἐπικαιροτάτη τῶν φυσικῶν δυνάµεων ἡ ὁλκή, δέδεικται µέντοι καὶ διὰ τῆς τῶν φυσικῶν δυνάµεων πραγµατείας εὐθέως κατὰ <τὸ> πρῶτον ὑπόµνηµα, φαίνεται δὲ ἐναργῶς καὶ πρὸ τῆς διὰ µακρῶν λόγων ἀποδείξεως. ἐὰν γάρ τις <εἰς> ὕδωρ καθεὶς αὐλίσκον ἤ τινα κάλαµον εὐθύτρητον ἐξέλκῃ τῷ στόµατι τὸν ἀέρα, συνακολουθήσει τὸ ὕδωρ οὐδεµιᾶς αἰτίας ἑτέρας προηγουµένης τῆς κατὰ τὴν ὁλκὴν ἐνεργείας. ἡµέτερον γοῦν ἐστιν, ὁπότε βουληθείηµεν, περιθεῖσι τὰ χείλη τῷ καλάµῳ τὸ περιεχόµενον ἐν αὐτῷ πρὸς ἡµᾶς αὐτοὺς ἕλκειν. εἰ δὲ οὐκ ἔστι τοῦτο ἡµέτερον ἔργον, οὐκ ἀρχὴν τῆς κινήσεως ἐξ ἡµῶν ἕξει. φαίνεται δὲ καὶ ἡ καρδία, κἂν ἐξαιρεθῇ τοῦ ζῴου, τὴν κίνησιν ἄχρι πολλοῦ διαφυλάττουσα κατά τε τὴν διαστολὴν καὶ τὴν συστολήν. ὥσπερ οὖν ἐν τῇ συστολῇ τὸ περιεχόµενον ἐκθλίβει σαφῶς, οὕτως ἐν τῇ διαστολῇ τῇ πρὸς τὸ κενούµενον ἀκολουθίᾳ τὸ ἀναπληρῶσον τὸ κενούµενον αὑτῆς ἐπισπᾶται.
Фрагменты комментария к «Тимею» Платона[233]