[79c7-e9] Τὴν δ’ αἰτίαν τῆς ἀρχῆς αὐτῶν θετέον τήνδε. πᾶν ζῷον αὑτοῦ τἀντὸς περὶ τὸ αἷµα καὶ τὰς φλέβας θερµότατα ἔχει, οἷον ἐν ἑαυτῷ πηγήν τινα ἐνοῦσαν πυρός: ὃ δὴ καὶ προσῃκάζοµεν τῷ τοῦ κύρτου πλέγµατι, κατὰ µέσον διατεταµένον ἐκ πυρὸς πεπλέχθαι πᾶν, τὰ δὲ ἄλλα ὅσα ἔξωθεν, ἀέρος. τὸ θερµὸν δὴ κατὰ φύσιν εἰς τὴν αὑτοῦ χώραν ἔξω πρὸς τὸ συγγενὲς ὁµολογητέον ἰέναι: δυοῖν δὲ τοῖν διεξόδοιν οὔσαιν, τῆς µὲν κατὰ τὸ σῶµα ἔξω, τῆς δὲ αὖ κατὰ τὸ στόµα καὶ τὰς ῥῖνας, ὅταν µὲν ἐπὶ θάτερα ὁρµήσῃ, θάτερα περιωθεῖ, τὸ δὲ περιωσθὲν εἰς τὸ πῦρ ἐµπῖπτον θερµαίνεται, τὸ δ’ ἐξιὸν ψύχεται. µεταβαλλούσης δὲ τῆς θερµότητος καὶ τῶν κατὰ τὴν ἑτέραν ἔξοδον θερµοτέρων γιγνοµένων πάλιν ἐκείνῃ ῥέπον αὖ τὸ θερµότερον µᾶλλον, πρὸς τὴν αὑτοῦ φύσιν φερόµενον, περιωθεῖ τὸ κατὰ θάτερα: τὸ δὲ τὰ αὐτὰ πάσχον καὶ τὰ αὐτὰ ἀνταποδιδὸν ἀεί, κύκλον οὕτω σαλευόµενον ἔνθα καὶ ἔνθα ἀπειργασµένον ὑπ’ ἀµφοτέρων τὴν ἀναπνοὴν καὶ ἐκπνοὴν γίγνεσθαι παρέχεται.
῀Σαφῶς ἐδήλωσε νῦν τὴν ἐν τῷ βάθει χώραν, ἐν ᾗ φησιν εἶναι τὸν οἷον κύρτον, ἣν ὠνόµασε πηγήν τινα πυρός. ταύτην οὖν τὴν θερµασίαν ἀναθεῖν βούλεται πρὸς τὸ ξυγγενές. ἐὰν µὲν οὖν φθάσῃ κατὰ τὴν διὰ τοῦ στόµατος ἔξοδον ἡ ὁρµὴ τῆς <κατὰ τὰσ> φλέβας θερµότητος ἐµπίπτειν ταῖς ἐντὸς ἀεροειδέσι κοιλότησιν, ἅµα µὲν τέµνειν τε καὶ καταθραύειν τὰ κατ’ αὐτάς, ἅµα δὲ καὶ συνεπισπᾶσθαι τὸν ἔξωθεν ἀέρα, καὶ οὕτως συµβαίνειν τὸ µὲν περιωσθὲν εἰς τὸ θερµὸν ἐµπῖπτον, ὃ δὴ πῦρ ὠνόµασε, θερµαίνεσθαι, τὸ δ’ ἐξιὸν ψύχεσθαι, ἕπεσθαι δὲ πάλιν [ἐν] τῷδε τὸ µὲν θερµανθὲν ἀναθεῖν πρὸς τὸ συγγενὲς διὰ τῆς ἐκτὸς ἐπιφανείας, ἀκολουθεῖν δὲ αὐτῷ τὸν κατὰ τὰς ἔνδον κοιλότητας ἀέρα, τούτῳ δὲ πάλιν ἕπεσθαι τὸν ἄχρι τοῦ στόµατος, ᾧ τὸν ἐκτὸς ἀκολουθεῖν περιωθούµενον ὑπὸ τοῦ ἐξιόντος διὰ τὸ κενὴν χώραν µηδεµίαν εἶναι τὴν ὑποδεξοµένην τὸ φερόµενον ἐκ τοῦ σώµατος ἔξω, καὶ κατὰ τοῦτο πάλιν ὠθούµενον τὸν πλησίον ἀέρα καὶ αὐτὸν αὖθις ὠθεῖν τὸν συνεχῆ, κἀκεῖνον ὁµοίως τὸν µεθ’ ἑαυτόν, ἄχρις ἂν ἐν τῇ περιώσει ταύτῃ πάλιν εἰς τὸ κενούµενον τοῦ σώµατος ὁ ἀναπληρώσων ἀὴρ αὐτὸ παραγένηται. γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόµενος, ἀλλ’, ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς <῾Εστιαίου τοῦ> ἐξ ᾿Ακαδηµίας, οὐχ ὡς ᾿Ερασίστρατος ἔγραψεν· ἐκείνη µὲν γὰρ κατὰ κύκλον ἀκριβῆ διὰ παντὸς περιφέρεσθαι τὸν ἀέρα ἐπὶ τὰ αὐτὰ καὶ ὡσαύτως βούλεται, αὕτη δὲ οὐ κατὰ κύκλον ἀεὶ τὸν αὐτόν, ἀλλ’, ὡς ἄν τις εἴποι, κατὰ δύο ἡµικύκλια ἐναντίως ἀλλήλοις κινούµενα.