1. Τρεῖς εἰσὶν αἱ πᾶσαι διδασκαλίαι τάξεως ἐχόµεναι. πρώτη µὲν, ἡ ἐκ τῆς τοῦ τέλους ἐννοίας κατ’ ἀνάλυσιν γινοµένη. δευτέρα δὲ, ἡ ἐκ συνθέσεως τῶν κατὰ τὴν ἀνάλυσιν εὑρεθέντων. τρίτη δὲ, ἡ ἐξ ὅρου διαλύσεως, ἣν νῦν ἐνιστάµεθα. καλεῖν δ’ ἔξεστι τὴν τοιαύτην διδασκαλίαν, οὐ µόνον ὅρου διάλυσιν, ἀλλὰ καὶ διάπτυξιν, ὥς τινες ὠνόµασαν, ἢ ἀνάλυσιν, ἢ διαίρεσιν, ἢ, ὡς ἕτεροί τινες, ἐξάπλωσιν, ἢ ἐξήγησιν, ὡς ἄλλοι. ἐπεχείρησαν µὲν οὖν ἔνιοι τῶν ῾Ηροφιλείων τοιαύτην ποιήσασθαι διδασκαλίαν, ὥσπερ καὶ ῾Ηρακλείδης ὁ ᾿Ερυθραῖος. ἐπεχείρησαν δὲ καὶ τὴν κατὰ σύνθεσιν, αὐτοί τε οἱ ῾Ηροφίλειοι, καί τινες τῶν ᾿Ερασιστρατείων τε, καὶ ᾿Αθηναῖος ὁ ᾿Ατταλεύς. οὐδεὶς µέντοι γε τῶν πρὸ ἡµῶν ἔγραψε τὴν ἐκ τῆς τοῦ τέλους ἐννοίας ἀρχοµένην διδασκαλίαν, ἐξ ἧς αἱ τέχναι πᾶσαι συνίστανται κατὰ µέθοδον. ἀλλ’ ἐκείνην µὲν ἑτέρωθι διήλθοµεν, ἐνταυθοῖ δὲ τὴν ὁρικὴν ποιησόµεθα διδασκαλίαν. ὅσον γὰρ ἀπολείπεται τῆς κατὰ ἀνάλυσιν ἀξιώµατί τε καὶ µεθόδῳ, τοσοῦτον πλεονεκτοῦσαν εὑρήσοµεν εἰς σύνοψίν τε τοῦ ὅλου καὶ µνήµην τῶν κατὰ µέρος. εὐµνηµόνευτα γὰρ ἱκανῶς ἐστι τὰ ἐκ τῆς τοῦ ὅρου διαλύσεως ἅπαντα, διὰ τὸ περιέχειν ὅλης τῆς τέχνης ἐν ἑαυτῷ τὰ κεφάλαια τὸν ἄριστον ὅρον, ὅν πέρ τινες καὶ οὐσιώδη ὀνοµάζουσιν, ἀντιδιαιρούµενοι τοῖς ἐννοηµατικοῖς προσαγορευοµένοις. ἐκεῖνοι µὲν γὰρ ἀπὸ τῶν συµβεβηκότων οἷς ὁρίζονται πράγµασιν, οὗτοι δὲ ἀπὸ τῆς οὐσίας αὐτῆς συνίστανται. ἡ δὲ κατὰ µέρος ἐξεργασία συµπάσης τῆς ἰατρικῆς θεωρίας ἐν πολλαῖς ἡµῖν ἑτέραις γέγραπται πραγµατείαις, αἷς ἔξεστι χρῆσθαι πρὸς τὰς τρεῖς διδασκαλίας. ἀλλὰ νῦν γε τῆς ὁριστικῆς ὑπαρξόµεθα, τοσοῦτον ἔτι προσθέντες, ὡς µόνα τὰ κεφάλαια καὶ οἷον συµπεράσµατα τῶν κατὰ διέξοδον ἀποδεδειγµένων εἰρήσεται νῦν.
2. ᾿Ιατρική ἐστιν ἐπιστήµη ὑγιεινῶν, καὶ νοσωδῶν, καὶ οὐδετέρων. οὐ διαφέρει δὲ οὐδ’ εἰ νοσερῶν τις εἴποι. τοῦ µὲν οὖν τῆς ἐπιστήµης ὀνόµατος κοινῶς τε καὶ οὐκ ἰδίως ἀκούειν χρή. τὸ δὲ ὑγιεινὸν, καὶ τὸ νοσῶδες, καὶ τὸ οὐδέτερον, τριχῶς ἕκαστον λέγεταιἴ τὸ µὲν ὡς σῶµα, τὸ δὲ ὡς αἴτιον, τὸ δὲ ὡς σηµεῖον. καὶ γὰρ τὸ ἐπιδεκτικὸν σῶµα τῆς ὑγείας, καὶ τὸ ποιητικὸν καὶ φυλακτικὸν αὐτῆς αἴτιον, καὶ τὸ δηλωτικὸν σηµεῖον, ἅπαντα ταῦτα καλοῦσιν οἱ ῞Ελληνες ὑγιεινά. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσώδη τά τε ἐπιδεκτικὰ νόσων σώµατα, καὶ τὰ ποιητικά τε καὶ φυλακτικὰ νόσων αἴτια, καὶ τὰ δηλωτικὰ σηµεῖα. καὶ δὴ καὶ τὰ οὐδέτερα κατὰ τὸν αὐτὸν λόγον σώµατά τε καὶ αἴτια καὶ σηµεῖα. καί ἐστι κατὰ πρῶτον µὲν λόγον ἐπιστήµη τῶν ὑγιεινῶν αἰτίων ἰατρικὴ, δι’ ἐκεῖνα δ’ ἤδη καὶ τῶν ἄλλων. δεύτερον δὲ τῶν νοσωδῶν. τρίτον δὲ τῶν οὐδετέρων. καὶ δὴ καὶ µετὰ ταῦτα τῶν σωµάτων, πρῶτον µὲν κἤνταῦθα τῶν ὑγιεινῶν, ἐφεξῆς δὲ τῶν νοσερῶν, εἶτα τῶν οὐδετέρων. καὶ περὶ τῶν σηµείων δὲ κατὰ τὸν αὐτὸν λόγον. ἐν µέντοι ταῖς πράξεσι, πρότερον µὲν τῶν σωµάτων ἡ διάγνωσις, ἐκ τῶν σηµείων δηλονότι, µετὰ ταῦτα δὲ ἡ τῶν ἐπ’ αὐτοῖς αἰτίων εὕρεσις. ἀλλ’ ἐπεὶ καὶ τὸ ποιητικὸν, καὶ τὸ δηλωτικὸν, καὶ τὸ ἐπιδεκτικὸν, διχῶς ἕκαστον λέγεται, τὸ µὲν ἁπλῶς, τὸ δὲ ἐν τῷ νῦν, ἰστέον ἀµφοῖν οὖσαν ἐπιστήµην τὴν ἰατρικήν. καὶ αὐτὸ δὲ τὸ ἁπλῶς διχῶς λέγεται, τό τε διὰ παντòς καὶ ὡς ἐπὶ τὸ πολύ· καὶ ἔστιν ἀµφοτέρων τούτων ἐπιστήµη ἡ ἰατρική. τὸ δὲ οὐδέτερον, αἴτιόν τε, καὶ σηµεῖον, καὶ σῶµα, τό τε ἁπλῶς λεγόµενον καὶ τὸ ἐν τῷ νῦν, τριχῶς ἕκαστον λέγεται· τὸ µὲν τῷ µηδ’ ἑτέρου τῶν ἐναντίων µετέχειν, τὸ δὲ τῷ τῶν ἀµφοτέρων, τὸ δὲ τῷ ποτὲ µὲν τοῦδε, ποτὲ δὲ τοῦδε. τούτων δ’ αὐτῶν τὸ δεύτερον κατὰ δύο τρόπους λέγεται· ποτὲ µὲν τῷ µετέχειν ἑκατέρου τῶν ἐναντίων ἐξ ἴσου, ποτὲ δὲ τῷ πλέον θατέρου. ἔστι δὲ καὶ καθ’ ὅλου τοῦ ὅρου κατὰ τὴν λέξιν ἀµφιβολία τις, ἣν καὶ αὐτὴν χρὴ διαλύεσθαι. ἐν γὰρ τῷ λέγειν τὴν ἰατρικὴν ἐπιστήµην ὑπάρχειν ὑγιεινῶν, καὶ νοσερῶν, καὶ οὐδετέρων, σηµαίνεται µὲν καὶ τὸ πάντων τῶν κατὰ µέρος, σηµαίνεται δὲ καὶ τὸ ὁποίων, σηµαίνεται δὲ καὶ τό τινων. ἀλλὰ τὸ µὲν πάντων ἀπεριόριστόν τε καὶ ἀδύνατον, τὸ δέ τινων ἐλλιπές τε καὶ οὐ τεχνικόν· τὸ δ’ ὁµοίων τεχνικόν τε ἅµα καὶ διαρκὲς εἰς ἅπαντα τῆς τέχνης τὰ κατὰ µέρος, ὅπερ καὶ περιέχεσθαί φαµεν ἐν τῷ τῆς ἰατρικῆς ὅρῳ. ἀρξόµεθα οὖν ἀπὸ τῶν σωµάτων πρῶτον, ὁποῖά τινα τά θ’ ὑγιεινὰ, καὶ τὰ νοσώδη, καὶ τὰ οὐδέτερα τετύχηκεν ὄντα. µετὰ δὲ ταῦτα τὸν περὶ τῶν σηµείων τε καὶ αἰτίων διεξέλθωµεν λόγον.