3. ῾Υγιεινόν ἐστιν ἁπλῶς σῶµα τὸ ἐκ γενετῆς εὔκρατον µὲν ὑπάρχον τοῖς ἁπλοῖς καὶ πρώτοις µορίοις· σύµµετρον δὲ τοῖς ἐκ τούτων συγκειµένοις ὀργάνοις. ὑγιεινὸν δὲ νῦν ἐστι σῶµα, τὸ κατὰ τὸ παρὸν ὑγιαῖνον. ἔστι δὲ δή που καὶ τοῦτο, καθ’ ὃν ὑγιαίνει χρόνον, εὔκρατόν τε καὶ σύµµετρον, οὐ τὴν ἀρίστην εὐκρασίαν τε καὶ συµµετρίαν, ἀλλὰ τὴν οἰκείαν. αὐτοῦ δὲ τοῦ ἁπλῶς ὑγιεινοῦ σώµατος, διὰ παντὸς µὲν τοιοῦτόν ἐστι τὸ εὐκρατότατόν τε καὶ συµµετρότατον, ὡς τὸ πολὺ δὲ τὸ τῆς ἀρίστης κατασκευῆς ἀπολειπόµενον οὐ πολλῷ. νοσῶδες δέ ἐστι ἁπλῶς σῶµα, τὸ ἐκ γενετῆς ἤτοι δύσκρατον τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον τοῖς ὀργανικοῖς, ἢ ἀµφότερα. νοσῶδες δὲ νῦν ἐστι σῶµα τὸ νοσοῦν, ἐν ᾧ λέγεται χρόνῳ τοιοῦτον ὑπάρχειν. εὔδηλον δὲ, ὡς καὶ τοῦτο, καθ’ ὃν λέγεται χρόνον εἶναι νοσῶδες, ἤτοι δύσκρατόν ἐστιν ἐν τοῖς ὁµοιοµερέσιν, ἢ ἀσύµµετρον ἐν τοῖς ὀργανικοῖς, ἢ ἀµφότερον. καὶ δὴ καὶ διὰ παντὸς νοσῶδές ἐστιν, ὅ τι περ ἂν ἐκ γενετῆς, ἤτοι δυσκρατότατον ὑπάρχον ἐν ἁπλοῖς καὶ πρώτοις µορίοις ἅπασιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις, ἢ καὶ τοῖς ὀργανικοῖς ἀσυµµετρότατον, ὁµοίως καὶ ἐν τούτοις, ἢ πᾶσιν, ἤ τισιν, ἢ τοῖς κυριωτάτοις. ὡς τὸ πολὺ δὲ νοσῶδές ἐστι σῶµα, τὸ τοῦ τοιούτου τῆς κακίας ἀπολειπόµενον, οὔπω δ’ ἐν τῷ µέσῳ καθεστηκός. ἐπεὶ δὲ καὶ τὸ οὐδέτερον σῶµα τριχῶς ἐλέγετο, τὸ µὲν µηδ’ ἑτέρας τῶν ἄκρων διαθέσεων µετέχον, τὸ δὲ τῷ ἀµφοτέρων, τὸ δὲ τῷ, ποτὲ µὲν τῆσδε, ποτὲ δὲ τῆσδε· κατὰ µὲν τὸ πρῶτον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ µέσον ἀκριβῶς ὑπάρχον, τοῦ τε ὑγιεινοτάτου σώµατος καὶ τοῦ νοσωδεστάτου. καὶ τούτου τὸ µὲν ἁπλῶς τοιοῦτόν ἐστιν, ὅτι περ ἐκ γενετῆς τοιοῦτον κατεστήσατο. τὸ δὲ νῦν ὁτιοῦν, κατὰ παρὸν τὸ µέσον ὑπάρχον τοῦ τε ὑγιεινοτάτου καὶ τοῦ νοσωδεστάτου. αὐτοῦ δὲ τοῦ ἁπλῶς τὸ µὲν διὰ παντὸς τοιοῦτον, ὅτι περ ἂν ἐν ἁπάσαις ταῖς ἡλικίαις διαµένῃ τοιοῦτον. τὸ δὲ ὡς ἐπὶ τὸ πολὺ, τὸ καὶ µεταβολάς τινας λαµβάνον. κατὰ δὲ τὸ δεύτερον σηµαινόµενον οὐδέτερον ἔσται σῶµα τὸ ἐναντίων ἅµα διαθέσεων µετέχον ἐκ γενετῆς, ἤτοι καθ’ ἓν µόριον, ἢ κατὰ δύο διαφέροντα. καθ’ ἓν µὲν, εἰ κατὰ τὴν ἑτέραν ἀντίθεσιν εὔκρατον εἴη τῶν δραστικῶν ποιοτήτων, ἢ κατ’ ἀµφοτέρας µὲν, ἀλλὰ περὶ τὴν διάπλασιν, ἢ τὸ µέγεθος, ἢ τὸν ἀριθµὸν τῶν µορίων, ἢ τὴν θέσιν ἐσφαλµένον, ἢ ἔµπαλιν ἐν τούτοις µὲν κατωρθωµένον ἅπασιν, ἤ τισιν, ἐν δὲ τῇ κράσει διηµαρτηµένον. ἐν διαφέρουσι δὲ µορίοις, καὶ κατὰ πάσας τὰς ἀντιθέσεις δύναταί τι τῶν ἐναντίων ἅµα µετέχειν. καὶ διὰ παντὸς µὲν τοιοῦτον, τὸ κατὰ πάσας τὰς ἡλικίας µένον ὅµοιον, ὡς τὸ πολὺ δ’ ἐστὶ, τὸ καὶ µεταβάλλον κατά τι. οὕτως δὲ κᾀν τῷ νῦν οὐδέτερον ἔσται σῶµα, κατὰ τὸ δεύτερον σηµαινόµενον, ἢ τῷ περὶ ἓν µόριον, τὰ µὲν ἔχειν ὑγιεινὰ, τὰ δὲ νοσερὰ τῶν ὑπαρχόντων αὐτῷ, ἢ τῷ περὶ διαφέροντα µέρη. κατὰ δὲ τὸ τρίτον σηµαινόµενον, οὐδέτερον ἔσται σῶµα τὸ ποτὲ µὲν ὑγιεινὸν, ποτὲ δὲ νοσερὸν ἐν µέρει γινόµενον, ὥσπερ ἐνίοις ὑπῆρξε, παισὶ µὲν οὖσιν, ὑγιεινοῖς γενέσθαι, νεανίσκοις δὲ γενοµένοις, νοσεροῖς, ἢ ἔµπαλιν. ἐν ἑνὶ δὲ χρόνῳ τὸ οὕτως οὐδέτερον, ἀκριβῶς µὲν οὐκ ἐγχωρεῖ συστῆναι, κατὰ πλάτος δ’ ἐγχωρεῖ. ἴσµεν δὲ, ὅτι τὸ νῦν διχῶς λέγεται. τὸ µὲν οὖν ὑγιεινὸν, καὶ νοσῶδες, καὶ οὐδέτερον σῶµα ποσαχῶς λέγεται, καὶ ὁποῖον ἕκαστόν ἐστιν, αὐτάρκως διώρισται.
4. Περὶ δὲ τῶν σηµείων ἐφεξῆς ἂν εἴη ῥητέον. ἔστι δὲ καὶ τούτων ὑγιεινὰ µὲν, ὅσα τῆς τε παρούσης ὑγείας ἐστὶ διαγνωστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικά. νοσώδη δὲ τά τε τῆς παρούσης νόσου διαγνωστικὰ, καὶ τῆς προγεγενηµένης ἀναµνηστικὰ, καὶ τῆς µελλούσης ἔσεσθαι προγνωστικά. κατὰ ταῦτα δὲ καὶ τὰ οὐδέτερα, τά τε τῶν οὐδετέρων διαθέσεων διαγνωστικὰ, καὶ προγνωστικὰ, καὶ ἀναµνηστικὰ, καὶ τὰ µηδὲν ὅλως δηλοῦντα περὶ διαθέσεων, ἢ τὰ µηδὲν µᾶλλον ὑγιεινὴν, ἢ νοσερὰν δηλοῦντα διάθεσιν. καὶ τὰ κατά τι µὲν ὑγιεινὴν, κατά τι δὲ νοσερὰν δηλοῦντα διάθεσιν, καὶ τὰ ποτὲ µὲν ὑγιεινὴν, ποτὲ δὲ νοσώδη, καὶ ταῦτα δὲ κατὰ τοὺς τρεῖς χρόνους ὁµοίως τοῖς ὑγιεινοῖς τε καὶ νοσώδεσι. καλεῖται δ’ ἐνίοτε πρὸς τῶν παλαιῶν ἰατρῶν ἅπαντα ταῦτα τὰ σηµεῖα προγνωστικὰ, καν τῶν ἐνεστώτων ἢ προγεγονότων ᾖ δηλωτικά. καὶ ἡ χρεία µεγάλη µὲν τῶν διαγνωστικῶν τε καὶ προγνωστικῶν, ἐλάττων δὲ τῶν ἀναµνηστικῶν.