Читаем Сочинения. Том 3 полностью

3.3.6. εἰ μὲν γὰρ καὶ ῥώμην καὶ ἐπιστήμην ἔχοι, κρατήσει πάντως ὅ τε λογισμὸς τοῦ θυμοῦ καὶ ὁ ἡνίοχος τοῦ ἵππου˙ εἰ δ’ ἤτοι θατέρου τούτων ἢ ἀμφοῖν στεροῖτο, κίνδυνος ἐνταῦθα τοῦ φύσει κρείττονος ἐπικρατῆσαι τὸ χεῖρον, ὥσπερ [γὰρ] ἐν Σκύθαις τε καὶ Γαλάταις καὶ πολλοῖς ἄλλοις βαρβάροις ἔθνεσιν ὁ θυμὸς κρείττων τοῦ λογισμοῦ, παρ’ ἡμῖν δὲ ἔν τε παισὶ καὶ τοῖς ἀπαιδεύτοις ἀνθρώποις.

3.3.7. ῞Ομηρος δὲ δὴ τοῦτ’ αὐτὸ ἐπιδεῖξαι βουλόμενος ῞Εκτορα μὲν καὶ ᾿Αχιλλέα καί τινας ἑτέρους τοιούτους θυμῷ δουλεύοντας ὑποτίθεται νεανίσκους˙ ᾿Οδυσσέα δὲ καὶ Πολυδάμαντα καὶ Νέστορα τῷ λογισμῷ κρατοῦντας τοῦ θυμοῦ, πολλάκις μὲν οὕτως ἱσχυρῶς ὡς μηδ’ ἐξορμῆσαι πρὸς ἄλογόν τινα πρᾶξιν τὸν θυμόν, ἔστιν ὅτε δ’ ὁρμῶντα μέν, ἀλλ’ ὑπὸ τοῦ λογισμοῦ κατεχόμενον, ὥσπερ κἀν τοῖσδε τοῖς ἔπεσιν ᾿Οδυσσέα πεποίηκεν˙

3.3.8. ἅπαντα δ’ ἐφεξῆς αὐτὰ παραγράψω˙

“ἔνθ’ ᾿Οδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷκεῖτ’ ἐγρηγορόων˙ ταὶ δ’ ἐκ μεγάροιο γυναῖκεςἤϊσαν, αἳ μνηστῆρσιν ἐμι<σ>γέσκοντο πάροιθεν,ἀλλήλοισι γέλω[τά] τε καὶ εὐφροσύνην παρέχουσαι.τοῦ δ’ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι·πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν,ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ,ἢ ἔτ’ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναιὕστατα καὶ πύματα· κραδίη δέ οἱ ἔνδον ὑλάκτει[ἀγαζομένου κακὰ ἔργα].3.3.9. ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσ<σ>ι βεβῶσαἄνδρ’ ἀγνοιήσασ’ ὑλάει μέμονέν τε μάχεσθαι,ὥς ῥα τοῦ ἔνδον ὑλάκτει <ἀγαζομένου κακὰ ἔργα·>στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ·˝τέτλαθι δή, κραδίη˙ καὶ κύντερον ἄλλο ποτ’ ἔτληςἤματι τῷ, ὅτε τοι μένος ἄσχετος ἤσθιε Κύκλωψἰφθίμους ἑτάρους, σὺ δ’ ἐτόλμας, ὄφρα σε μῆτιςἐξάγαγ’ ἐξ ἄντροιο οἰόμενον θανέεσθαι.˝ὣς ἔφατ’ ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ.”

3.3.10. εἰ μὴ σαφῶς ἐν τούτοις ῞Ομηρος ἐκδιηγεῖται μάχην θυμοῦ πρὸς λογισμὸν ἐν ἀνδρὶ φρονίμῳ καὶ νίκην μὲν τοῦ λογισμοῦ, τοῦ θυμοῦ δ’ εὐπείθειαν πρὸς αὐτόν, οὐδ’ ἄλλ’ οὐδὲν ἄν τις ἡμῖν συγχωρήσειε μανθάνειν τοῦ ποιητοῦ.

3.3.11. τῶν γὰρ οὕτως ἐναργῶς λεγομένων εἰς ἀμφιβολίαν ἀχθέντων οὐδὲ τοῖς ἄλλοις ἂν ἔχοι τις ὅ τι χρήσαιτο. τὰς γὰρ θεραπαίνας ἁμαρτανούσας ὁρῶν ᾿Οδυσσεὺς ὑπὸ μὲν τοῦ θυμοῦ βιαίως εἵλκετο πρὸς τὴν τιμωρίαν αὐτῶν, ὑπὸ δὲ τοῦ λογισμοῦ κατείχετο τὴν ἀκαιρίαν ἐκδιδάσκοντος.

3.3.12. ἐπεὶ δ’ οὐκ ἠδύνατο ῥᾳδίως πείθειν ὁ λογισμὸς τὸν θυμὸν ἀναβάλλεσθαι τὴν τιμωρίαν εἰς ἐπιτηδειότερον καιρόν, σφοδρότερον αὐτῷ προσφέρεται, καθάπερ ἵππον ἐκφερόμενον ἡνίοχος ἀντισπῶν βιαίως ἰσχυρῷ χαλινῷ, καὶ δὴ καὶ ταῦτά φησι πρὸς αὑτόν˙ “καρτέρει κατὰ τὸ παρόν, ὦ γενναιοτάτη καρδία, καθάπερ που καὶ πρότερον ἐκαρτέρησας ἐπὶ Κύκλωπος, ὁρῶσα τοὺς ἑταίρους ὑπ’ αὐτοῦ διαφθειρομένους.”

3.3.13. ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ Πολιτείας, ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίησε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν.

3.3.14. ᾔδει μὲν γὰρ ὡς ἀνόσιόν τι καὶ δεινὸν ἔργον ἐργάζοιτο τῇ τῶν παίδων ἐπιχειροῦσα σφαγῇ, καὶ διὰ τοῦτ’ ὤκνει τε καὶ ἀνεβάλλετο καὶ οὐκ εὐθὺς ὁρμήσασα ἔπραξε τοὖργον.

3.3.15. αὖθις δ’ αὐτὴν ὁ θυμὸς ὥσπερ τις ἵππος δυσπειθὴς νικήσας τὸν ἡνίοχον ἐπὶ τοὺς παῖδας εἷλκε βίᾳ καὶ ἔπειτα πάλιν ὁ λογισμὸς ἀντέσπα τε καὶ ἀπῆγεν, εἶτ’ αὖθις ἀνθεῖλκεν ὁ θυμός, εἶτ’ αὖθις ὁ λογισμός.

3.3.16. ὥστε πολλάκις ἄνω καὶ κάτω πρὸς ἀμφοῖν ἀγομένη, ὡς συνεχώρησε τῷ θυμῷ, τηνικαῦτα ποιεῖ λέγουσαν ὁ Εὐριπίδης αὐτήν˙

“καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά,θυμὸς δὲ κρείττων τῶν ἐμῶν βουλευμάτων.”

3.3.17. μανθάνει μὲν δήπου τὸ μέγεθος ὧν μέλλει δράσειν κακῶν ὑπὸ τοῦ λογισμοῦ διδασκομένη, κρείττονα δ’ εἶναί φησιν αὐτοῦ τὸν θυμὸν καὶ διὰ τοῦθ’ ὑπ’ ἐκείνου πρὸς τοὖργον ἀπάγεσθαι βιαίως ἔμπαλιν ᾿Οδυσσεῖ τῷ λογισμῷ τὸν θυμὸν ἐπισχόντι.

3.3.18. βαρβάρων μὲν γὰρ καὶ ἀπαιδεύτων ἀνθρώπων ἔθετο παράδειγμα τὴν Μήδειαν Εὐριπίδης, οἷς ὁ θυμὸς ἰσχυρότερος τοῦ λογισμοῦ˙ ῾Ελλήνων δὲ καὶ πεπαιδευμένων, οἷόν περ αὖ πάλιν ὁ ποιητὴς ὑπέθετο τὸν ᾿Οδυσσέα, κρείττων ὁ λογισμὸς τοῦ θυμοῦ.

3.3.19. πολλάκις μὲν οὖν ὁ λογισμὸς εἰς τοσοῦτον τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς κρείττων ἐστίν, ὡς μηδέποτε μάχην αὐτοῖς γίγνεσθαι πρὸς ἀλλήλους, ἀλλὰ τὸν μὲν ἄρχειν, τὸν δὲ ἄρχεσθαι, καὶ τοῦτο μὲν τοῖς εἰς τέλος ἥκουσι φιλοσοφίας ὑπάρχει˙

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука