Читаем Сочинения. Том 3 полностью

3.3.20. πολλάκις δ’ ὁ θυμὸς τοῦ λογισμοῦ κρατεῖ τοσοῦτον ὡς ἄρχειν τε καὶ ἡγεῖσθαι διὰ παντός, ὁρᾶται δ’ ἔν τε πολλοῖς τῶν βαρβάρων τοῦτο καὶ τῶν παίδων τοῖς φύσει θυμικοῖς, ἔτι δὲ θηρίων οὐκ ὀλίγοις καὶ ἀνθρώπων τοῖς θηριώδεσιν˙

3.3.21. ἔστιν ὅτε δὲ οὐδέτερον εἰς τοσοῦτον ἰσχυρότερόν ἐστιν ὡς ἐφέλκεσθαι παραχρῆμα θάτερον, ἀλλ’ ἐναντιοῦταί τε πρὸς ἄλληλα καὶ διαμάχεται καὶ νικᾷ τῷ χρόνῳ θάτερον, ἐπ’ ᾿Οδυσσέως μὲν ὁ λογισμός— ἐπὶ Μηδείας δ’ ὁ θυμός—, ὡς δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς ἢ εἰ μὴ μόρια, πάντως γε δυνάμεις τινές.

3.3.22. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων οὔτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς ὅμως οὐκ ὀκνεῖ τῶν ᾿Οδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν ἐναργῶς καταβαλ<λ>όντων τὴν δόξαν αὐτοῦ.

3.3.23. πῶς ἂν οὖν τις ἔτι διαλέγοιτο τοιούτοις ἀνδράσι μήτε τῶν ἐναργῶς φαινομένων φροντίζουσιν, ὡς ἤδη πολλάκις ἔδειξα, καὶ τῶν ἐξελεγχόντων τὰ δόγματ’ αὐτῶν ὡς μαρτυρούντων μνημονεύουσιν;

3.3.24. ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι μαρτυρούντων ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν.

3.3.25. ὥσπερ γὰρ ἐξ ῾Ομήρου καὶ ῾Ησιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ ᾿Ορφέως καὶ ᾿Εμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλ<λ>ων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα˙

“αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν.”

3.3.26. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν.

3.3.27. οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζῴων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει ἀλλ’ ὡς εἴρηταί μοι καὶ κατὰ τὸ πρῶτον γράμμα, παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρημένων ἁπάντων αὐτὰ σχεδὸν ἅπαντες οἱ Στωϊκοί.

3.3.28. Τυρταῖος δέ γε, καθάπερ οὖν καὶ ῞Ομηρος καὶ ῾Ησίοδος καὶ ἁπλῶς εἰπεῖν ἅπαντες οἱ ποιηταί, σφοδρότατον ἔχειν φησὶ τοὺς λέοντας τὸν θυμόν, ὥστε καὶ τῶν ἀνθρώπων ὅστις ἂν ᾖ θυμοειδέστατος, εἰκάζουσι λέοντι˙ καὶ χωρὶς δὲ τῶν ποιητῶν ἅπαντες ἄνθρωποι τοὺς θυμικωτάτους λέοντας ὀνομάζουσιν,

3.3.29. [οὕτως] οὐδὲ τοῖς ἀθληταῖς παύονται καθ’ ἑκάστην ἡμέραν οὕτως ἐγκελευόμενοι. καὶ τοὐναντίον ἔοικεν ἅπαν ἢ βούλεται συμπίπτειν τῷ Χρυσίππῳ.

3.3.30. τῶν γὰρ ἀπὸ τῆς φύσεως αὐτοῦ τοῦ ζητουμένου πράγματος ἐπιχειρημάτων ἀποχωρῶν ἑκάστοτε καὶ ῥητορικῶς μᾶλλον ἢ φιλοσόφως ἐν πλήθει μαρτύρων τὸ νικᾶν θέμενος ὑπ’ αὐτῶν ὧν ἐπικαλεῖται προ[παρα]δίδοται.

3.4.1. Καὶ γὰρ οὖν ὅταν εἴπῃ διὰ τοῦτο λέγεσθαί τινας ἀκαρδίους, ὅτι πεπιστεύκασιν ἅπαντες ἄνθρωποι τὸ ἡγεμονικὸν τῆς ψυχῆς ἐν τῇ καρδίᾳ περιέχεσθαι, θαυμάζειν ἄξιον τἀνδρός, εἰ μὴ ἄχρι τοσούτου παρακολουθεῖ τοῖς λεγομένοις ὡς γνωρίζειν ὅτι μηδένα τῶν ἀνοήτων τε καὶ ἀσυνέτων ἀκάρδιον ὀνομάζουσιν, ἀλλ’ ἐκείνους μὲν ἅπαντας ἐπειδὰν σκώπτωσιν οὐκ ἔχειν ἐγκέφαλόν φασι, τοὺς ἀτόλμους δὲ καὶ δειλοὺς ἀκαρδίους ὀνομάζουσιν.

3.4.2. ἐξελέγχεται τοίνυν κἀνταῦθα τὸ τοῦ Χρυσίππου δόγμα πρὸς αὐτῶν ὧν ἐπικαλεῖται μαρτύρων ἐν ἐγκεφάλῳ μὲν ὑπολαμβανόντων εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμοειδές.

3.4.3. ἀλλὰ νὴ Δία θαυμασίως ὅπως ἐξηγεῖται τοὔνομα τὸ[ν] ἀκάρδιον ᾗτινι διανοίᾳ λέγουσιν οἱ πολλοί, συνάπτων εὐθὺς αὐτῷ καὶ τὸν ἄσπλαγχνον˙ ἔχει δὲ ἡ ῥῆσις ὧδε˙

3.4.4. “παραβάλλουσι δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα τῶν λεγομένων, οἷον τοὺς ἀσπλάγχνους, καθ’ ὅ φαμεν μὴ ἔχειν τινὰς ἐγκέφαλον καὶ ἔχειν, οὕτως ἡμᾶς ὑπονοοῦντες λέγειν καὶ μὴ ἔχειν καρδίαν τινὰς καὶ ἔχειν κατὰ τὰ προειρημένα, τῶν μὲν ἀσπλάγχνων τάχα λαμβανομένων κατὰ τὸ μηδὲν ἔχειν ἔνδον συναλγοῦν κατὰ τὰ ἐναντία καὶ ἀπὸ τῆς καρδίας οὕτως αὐτῶν κοινότερον λεγομένων, τοῦ δ’ ἐγκεφάλου λαμβανομένου ἤτοι κατὰ τὰ αὐτὰ ὁμοίου τινὸς ὄντος ἢ διὰ τὸ καὶ τοῦτον ἔχειν τινὰ κυρίαν τοῖς σπλάγχνοις ὁμοίαν.”

3.4.5. ἡ μὲν ῥῆσις αὕτη˙ χρὴ δ’ αὐτὴν ἀναγνῶναί τινα καὶ τρὶς καὶ τετράκις ἐπὶ σχολῇ πολλῇ ἀκριβῶς προσέχοντα τὸν νοῦν τοῖς λεγομένοις. οὕτως γὰρ μόνως οἶμαι πεισθήσεσθαι τὸ κατὰ τὴν παροιμίαν λεγόμενον ὑπάρχειν αὐτῇ, τό “λαβὲ μηδὲν καὶ κράτει καλῶς.”

3.4.6. ἔγωγ’ οὖν ἐν πολλοῖς πολλάκις βιβλίοις ἀνεγνωκὼς ῥήσεις ἐν αἷς ὀνόματα καὶ ῥήματα συνάπτεται μηδεμίαν ἔχοντα διάνοιαν, οὐδαμόθι τοῦτ’ ἀκριβούμενον εἶδον οὕτως ὡς κατὰ τήνδε τὴν νῦν ἡμῖν προγεγραμμένην λέξιν.

3.4.7. αἴνιγμα γάρ ἐστιν ὁ λόγος τοῦ Χρυσίππου θαυμαστῇ τινι καταπεπλεγμένον ἀσαφείᾳ μετὰ συντομίας ἀκαίρου. καίτοι τήν γε συντομίαν οὐδὲ καθ’ ἕνα τῶν ἑαυτοῦ λόγων ἐζήλωκεν, ἀλλ’ οὕτω μακρός ἐστιν ὡς πολλάκις ἐν ὅλῳ βιβλίῳ πολυειδῶς ὑπὲρ τῶν αὐτῶν ἄνω τε καὶ κάτω τοὺς λόγους ἑλίττειν.

3.4.8. τὸ μὲν δὴ τῆς ἀσαφείας αὐτῷ σύνηθες ἀσθενείᾳ τῆς ἑρμηνευτικῆς δυνάμεως ἑπόμενον, καί μοι δοκεῖ καὶ αὐτὸς αἰσθανόμενος αὐτῆς τρὶς καὶ τετράκις ὑπὲρ τῶν αὐτῶν ἐπὶ πλεῖστον ἐκτείνειν τοὺς λόγους οὐκ ὀκνεῖ˙

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука