5.7.39. —τί οὖν, ἔφην ἐγώ, φαίη τις ἂν τούτων πέρι; οὐκ ἐνεῖναι μὲν ἐν τῇ ψυχῇ αὐτῶν τὸ κελεῦον, εἶναι δὲ τὸ κωλῦον πιεῖν ἄλλο ὄν, τὸ κρατοῦν τοῦ κελεύοντος; —ἔμοιγ’ ἔφη δοκεῖ. —ἆρ’ οὖν οὐ τὸ μὲν κωλῦον τὰ τοιαῦτα ἐγγίγνεται, ὅταν ἐγγένηται, ἐκ τοῦ λογισμοῦ, τὰ δὲ ἄγοντα καὶ ἕλκοντα διὰ παθημάτων τε καὶ νοσημάτων παραγίγνεται; —φαίνεται.
5.7.40. —οὐ δὴ ἀλόγως, ἦν δ’ ἐγώ, ἀξιώσομεν αὐτὰ διττά τε καὶ ἕτερα ἀλλήλων εἶναι, τὸ μὲν ᾧ λογίζεται λογιστικὸν προσαγορεύοντες τῆς ψυχῆς, τὸ δ’ ᾧ ἐρᾷ τε καὶ πεινῇ καὶ διψῇ καὶ περὶ τὰς ἄλλας ἐπιθυμίας ἐπτόηται ἀλόγιστόν τε καὶ ἐπιθυμητικόν, πληρώσεών τινων καὶ ἡδονῶν ἑταῖρον.”
5.7.41. διὰ τούτων ἔδειξεν ἕτερον εἶδος εἶναι ψυχῆς τὸ λογιστικὸν τοῦ ἐπιθυμητικοῦ.
5.7.42. ἀλλ’ ὡς εἶπον καὶ πρόσθεν, οὔπω μοι πρόκειται δεικνύειν ὡς ἕτερα τῷ εἴδει ταυτὶ τὰ δύο μέρη τῆς ψυχῆς ἐστιν, ἀλλ’ εἴς γε τὸ προκείμενον ἀπόχρη τὸ περαινόμενον ἀναμφι-σβητήτως, ὅτι μὴ τῆς αὐτῆς ἐστι δυνάμεως τό τε λογίζεσθαι καὶ τὸ σιτίων ἢ ποτῶν ἢ ἀφροδισίων ἐπιθυμεῖν, ὅπερ οὐκ οἶδ’ ὅπως ὁ Χρύσιππος ἅμα πολλοῖς Στωϊκοῖς ἠγνόησεν.
5.7.43. ἀλλὰ τὸ μὲν ἀγνοῆσαί τι συγγνωστόν, ὡς καὶ πρόσθεν ἔλεγον, οὐ συγγνωστὸν δὲ τὸ πλημμελῶς οὕτως μεταχειρίσασθαι τὸν λόγον ὥστε τῶν μὲν τοῖς κωμικοῖς ἢ τραγικοῖς ποιηταῖς εἰρημένων μνημονεύειν εἰς τηλικούτου δόγματος ἀπόδειξιν— ἀνθρώποις οὐδ’ ἐπιχειροῦσιν ἀποδεικνύειν οὐδὲν ἀλλὰ μόνον οἷα ἂν αὐτοῖς δόξῃ πρέπειν τῷ λέγοντι προσώπῳ κατὰ τὸ δρᾶμα, κοσμοῦσι διὰ τῆς ἑρμηνείας—, τῶν δ’ ὑπὸ Πλάτωνος εἰρημένων εἰς τὴν ἀπόδειξιν αὐτοῦ μήτε μνημονεῦσαι μήτ’ ἀντειπεῖν ἐπιχειρῆσαι, ἀλλ’ ἐξ ἑτοίμου τε καὶ προχείρου λαμβάνειν ὡς ἔνθ’ ἂν ᾖ τὰ πάθη τῆς ψυχῆς, ἐνταῦθ’ ἐστὶ καὶ τὸ λογιζόμενον.
5.7.44. Χρύσιππος μὲν οὖν ἀεὶ τοιοῦτος. ὁ δὲ Πλάτων ἐπειδὴ διώρισται ἐν τῇ προγεγραμμένῃ ῥήσει τὸ ἐπιθυμητικὸν τοῦ λογιστικοῦ, μετὰ ταῦτα πειρᾶται καὶ τὸ θυμοειδὲς αὐτῶν διορίζειν·
5.7.45. ἔχει δ’ ἡ ἀρχὴ τῆς ῥήσεως ὧδε· “ταῦτα μὲν τοίνυν, ἦν δ’ ἐγώ, δύ’ ἡμῖν ὡρίσθω εἴδη ἐν ψυχῇ ἐνόντα· τὸ δὲ δὴ τοῦ θυμοῦ καὶ ᾧ θυμούμεθα πότερον τρίτον ἢ τούτων ποτέρῳ εἴη ἂν ὁμοφυές; —ἴσως, ἔφη, τῷ ἑτέρῳ, τῷ ἐπιθυμητικῷ.
5.7.46. —ἀλλ’, ἦν δ’ ἐγώ, ποτὲ ἀκούσας τι πιστεύω τούτῳ, ὡς ἄρα Λεόντιος ὁ ᾿Αγλαΐωνος ἀνιὼν ἐκ Πειραιέως ὑπὸ τὸ βόρειον τεῖχος ἐκτὸς αἰσθόμενος νεκροὺς παρὰ τῷ δημίῳ κειμένους ἅμα μὲν ἰδεῖν ἐπιθυμοῖ, ἅμα δὲ δυσχεραίνοι καὶ ἀποτρέποι ἑαυτὸν καὶ τέως μὲν μάχοιτό τε καὶ παρακαλύπτοιτο, κρατούμενος δ’ οὖν ὑπὸ τῆς ἐπιθυμίας διελκύσας τοὺς ὀφθαλμοὺς προσδραμὼν πρὸς τοὺς νεκρούς, ˝ἰδοὺ ὑμῖν˝ ἔφη ˝ὦ κακοδαίμονες, ἐμπλήσθητε τοῦ καλοῦ θεάματος.˝ —ἤκουσα, ἔφη, καὶ αὐτός.
5.7.47. —οὗτος μέντοι, ἔφην, ὁ λόγος σημαίνει τὴν ὀργὴν πολεμεῖν ἐνίοτε ταῖς ἐπιθυμίαις ὡς ἄλλο ὂν ἄλλῳ. —σημαίνει γε, ἔφη.”
5.7.48. πάλιν κἀν τούτοις ὁ Πλάτων ἐπιδείκνυσιν ὡς ἕτερόν ἐστι τὸ ἐπιθυμητικὸν τοῦ ὀργιζομένου, προσχρώμενος δηλονότι τῷ κατ’ ἀρχὰς ὑποκειμένῳ ἀξιώματι ὡς οὐκ ἐνδέχεται τὸ ἀκριβῶς ἓν καὶ ἁπλοῦν καὶ ἀσύνθετον ὀρέγεσθαί τινος καὶ ἀποτρέπεσθαι καὶ χαίρειν τῷ αὐτῷ καὶ δυσχεραίνειν ἀλλ’ ἀναγκαῖον ἕτερον μὲν τὸ ἐπιθυμοῦν θεάσασθαι τοὺς νεκρούς, ἕτερον δὲ τὸ κωλῦον θεάσασθαι, καὶ ὡς τῷ μὲν ἐπιθυμοῦντι πάντως πού τις ἡδονὴ κατὰ τὴν θέαν ἤμελλεν ἔσεσθαι, τῷ δὲ κωλύοντι δυσχέρειά τε καὶ ἀνία.
5.7.49. τὸ γὰρ ὀργίζεσθαι τῷ ἐπιθυμοῦντι καὶ δυσχεραίνειν αὐτοῦ ταῖς ὁρμαῖς καὶ κωλύειν ἐθέλειν τε ταῖς ἐπιθυμίαις ἐπιτιμᾶν τε καὶ μέμφεσθαι καὶ πάνθ’ ὅσα τοιαῦτα μέρους ἑτέρου τῆς ψυχῆς ἔργον ἐστίν, οὐκ αὐτοῦ τοῦ ἐπιθυμοῦντος· εἰ δὲ καὶ μὴ μέρους ἀλλὰ δυνάμεώς γε πάντως ἑτέρας.
5.7.50. εἴρηται γὰρ ἤδη γε τοῦτο πολλάκις, ὡς οὐδέπω κατὰ τόδε τὸ βιβλίον ἀγωνιζόμεθα πρὸς ᾿Αριστοτέλην καὶ Ποσειδώνιον ὁμολογοῦντας μὲν ἑτέροις ἀλλήλων λογίζεσθαί τε καὶ θυμοῦσθαι καὶ ἐπιθυμεῖν ἡμᾶς, οὐ μὴν εἴδεσί γε ἢ μορίοις ψυχῆς ἀλλὰ δυνάμεσιν· ἐν γὰρ τοῖς ἐφεξῆς λόγοις ἐπιδείξομεν ὅτι μὴ δυνάμεσι μόνον, ἀλλὰ καὶ μέρεσι τῆς ψυχῆς ἑτέροις ἀλλήλων κατ’ εἶδος.
5.7.51. ἐν δὲ τῷδε τῷ νῦν ἐνεστῶτι τοῦτ’ ἀρκεῖ μόνον ἀποδεῖξαι πρὸς ἔνδειξιν τῆς Χρυσίππου περὶ τὰ τοιαῦτα ῥᾳθυμίας, ὡς αὐτὸς ἰσχυρῶν λόγων ὑπὸ Πλάτωνος ἠρωτημένων εἰς ἀπόδειξιν τοῦ νῦν ἡμῖν ζητουμένου δόγματος οὔτ’ ἐμνήσθη τινὸς αὐτῶν οὔτ’ ἀντειπεῖν ἐπεχείρησε, καίτοι πληρώσας λόγων μακρῶν, μᾶλλον δὲ ποιητικῶν ἐπῶν, ὅλον τὸ πρῶτον βιβλίον περὶ ψυχῆς, ἐν ᾧ περὶ ἡγεμονικοῦ διεξῆλθεν.
5.7.52. οὐ μόνον δὲ κατὰ τοῦτο τελέως ἐσιώπησε τοὺς τοῦ Πλάτωνος λόγους ἀλλὰ καὶ κατὰ τὰ περὶ παθῶν συγγράμματα, τά τε τρία τὰ λογικὰ καὶ τὸ χωρὶς αὐτῶν ἰδίᾳ γεγραμμένον ὑπ’ αὐτοῦ, τὸ Θεραπευτικόν τε καὶ Ἠθικὸν ἐπιγραφόμενον.
5.7.53. ἐπὶ τὰς ὑπολοίπους οὖν τοῦ Πλάτωνος ῥήσεις ἴωμεν ἐχούσας ὧδε· “οὐκοῦν καὶ ἄλλοθι, ἔφη<ν>, πολλαχοῦ αἰσθανόμεθα ὅταν βιάζωνταί τινα παρὰ τὸν λογισμὸν ἐπιθυμίαι, λοιδοροῦντά τε αὑτὸν καὶ θυμούμενον τῷ βιαζομένῳ ἐν αὑτῷ καὶ ὥσπερ δυοῖν στασιαζόντοιν σύμμαχον τῷ λόγῳ γιγνόμενον τὸν θυμὸν τοῦ τοιούτου;
5.7.54. ταῖς δ’ ἐπιθυμίαις αὐτὸν κοινωνήσαντα αἱροῦντος λόγου μὴ δεῖν τι πράττειν οἶμαί σε οὐκ ἂν φάναι γενομένου ποτ’ ἐν ἑαυτῷ τοιούτου αἰσθέσθαι, οἶμαι δ’ οὐδ’ ἐν ἄλλῳ. —οὐ μὰ τὸν Δία, ἔφη.”