Читаем Сочинения. Том 3 полностью

5.7.73. τίνες μὲν οὖν εἰσιν αἱ διαφθοραὶ τοῦ θυμοειδοῦς, οὐκ ἐν καιρῷ νῦν λέγειν· ἐν γὰρ τῷ μετὰ τοῦτον λόγῳ περί τε τῶν παθῶν τῆς ψυχῆς, ὡς ἐδόκει Πλάτωνι, καὶ περὶ νοσημάτων καὶ ἁμαρτημάτων τῶν κατ’ αὐτὴν ἁπάσης <τε> τῆς κακίας, ὅπως γίγνεταί τε καὶ θεραπεύεται μετὰ τὸ γενέσθαι, διελθεῖν ἔγνωκα καὶ δὴ καὶ περὶ κάλλους τε καὶ ὑγιείας αὐτῆς ἁπασῶν τε τῶν ἀρετῶν· οὐ σμικρὰ γὰρ οὐδ’ ἐν τούτοις ὁ Χρύσιππος σφάλλεται.

5.7.74. νυνὶ δὲ ἔτι μίαν ῥῆσιν ὑπογράψαι βούλομαι τοῦ Πλάτωνος ἐν ᾗ δείκνυσιν ἕτερον ὑπάρχειν τὸ θυμοειδὲς τοῦ λογιστικοῦ. γέγραπται δ’ ἐφεξῆς τῶν προειρημένων ἐν τῷ τετάρτῳ τῆς Πολιτείας τόνδε τὸν τρόπον·

5.7.75. “καὶ γὰρ ἐν τοῖς παιδίοις τοῦτό γ’ ἄν τις ἴδοι, ὅτι θυμοῦ μὲν εὐθὺς γενόμενα μεστά ἐστι, λογισμοῦ δ’ ἔνιοι μὲν ἔμοιγε δοκοῦσιν οὐδέποτε μεταλαμβάνειν, οἱ δὲ πολλοὶ ὀψέ ποτε. ναὶ μὰ Δία, ἦν δ’ ἐγώ, καλῶς εἶπες. ἔτι γ’ ἐν τοῖς θηρίοις ἄν τις ἴδοι ὃ λέγεις, ὅτι οὕτως ἔχει.

5.7.76. πρὸς δὲ τούτοις καὶ ὃ ἄνω που ἐκεῖ εἴπομεν, τὸ τοῦ ῾Ομήρου μαρτυρήσει, τό

˝στῆθος δὲ πλήξας κραδίην ἠν[ε]ίπαπε μύθῳ·˝

ἐνταῦθα γὰρ δὴ σαφῶς ὡς ἕτερον ἑτέρῳ ἐπιπλῆττον πεποίηκεν ῞Ομηρος τὸ ἀναλογισάμενον περὶ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.”

5.7.77. ἐν τούτοις ἐναργῶς ὁ Πλάτων ἐπιδείκνυσιν ἕτερον ὑπάρχον τὸ θυμούμενον τοῦ λογιζομένου. οἱ γοῦν παῖδες ὥσπερ καὶ τὰ θηρία θυμοῦ μὲν πλήρεις εἰσί, λογισμοῦ δὲ ἥκιστα μετέχουσιν.

5.7.78. ἐπὶ μὲν οὖν τῶν θηρίων ἐτόλμησαν ἔνιοι λέγειν οὔτε θυμὸν οὔτ’ ἐπιθυμίαν ἐνυπάρχειν αὐτῶν ταῖς ψυχαῖς, ἐπὶ δὲ τῶν παίδων οὐκ οἶδ’ ὅ τι φήσουσιν.

5.7.79. οὐ γὰρ δή γε καὶ τὰ τούτων πάθη διὰ συλλογισμοῦ χρὴ μαθεῖν, ἀλλ’ ἀναμνησθῆναι μόνον αὔταρκες ὡς οὐκ ἄλλως μὲν νῦν ἄλλως δὲ παῖδες ὄντες θυμούμεθα· καὶ γὰρ δύναμις ἡ αὐτὴ καὶ ὁ τρόπος τῆς τοῦ πάθους γενέσεως ὅμοιος.

5.7.80. ἓν δὲ μόνον ἐξαίρετον ὑπάρχει τοῖς τελείοις ἀνδράσιν, ὅταν γε μὴ κατὰ πάθος ζῶσιν ἀλλὰ λογισμὸς αὐτῶν ἐξηγῆται τοῦ βίου· κατέχουσιν ἐν πολλαῖς πράξεσι τὸν θυμόν, ὥσπερ τις νομεὺς κύνα γενναῖον ἀγριώτερον ἐκφερόμενον ἐπὶ τοὺς πέλας.

5.7.81. ἐν δὲ τοῖς παισὶν οὐδὲν γίγνεται τοιοῦτον, ὥσπερ οὐδὲ ἐν τοῖς θηρίοις, ὅτι τοῖς μὲν οὐδέπω τοῖς δὲ οὐδέποτε λογισμὸς ἄρχει τῶν ὁρμῶν.

5.7.82. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Πλάτωνι καὶ προσέτι τὸ κατὰ τὴν τελευτὴν τῆς ῥήσεως γεγραμμένον, ἔνθα τὸν ῞Ομηρον ἐπάγεται μάρτυρα ταυτὶ λέγοντα·

˝στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ·˝

“ἐνταῦθα γάρ” φησιν “ὡς ἕτερον ἑτέρῳ πεποίηκεν ἐπιπλῆττον τὸ ἀναλογισάμενον περὶ τοῦ βελτίονός τε καὶ χείρονος τῷ ἀλογίστως θυμουμένῳ.”

5.7.83. ἠβουλόμην δ’ ἂν καὶ τὸν Χρύσιππον ἀνεγνακέναι τε τὴν ῥῆσιν αὐτοῦ προσεσχηκέναι τε τὸν νοῦν αὐτῇ. πάντως γὰρ ἄν τι καὶ αὐτὸς ὤνητο μαθὼν ὁπηνίκα τε προσήκει καλεῖν ῞Ομηρον μάρτυρα καὶ περὶ τίνων πραγμάτων.

5.7.84. οὔτε γὰρ ἐν ἀρχῇ τῶν λόγων, ἀλλ’ ἐπειδὰν ἱκανῶς ἀποδείξῃ τις τὸ προκείμενον ἀνεπίφθονον ἤδη καὶ τοὺς πρεσβυτέρους ἐπικαλεῖσθαι μαρτυρήσοντας οὔτε περὶ πραγμάτων ἀδήλων παντάπασιν ἀλλ’ ἤτοι περὶ φαινομένων ἐναργῶς ἢ παρακειμένην αἰσθήσει τὴν ἔνδειξιν ἐχόντων, οἷάπερ ἐστὶ τὰ πάθη τῆς ψυχῆς, οὐ μακρῶν λόγων οὐδ’ ἀποδείξεων ἀκριβεστέρων δεόμενα, μόνης δὲ ἀναμνήσεως ὧν ἑκάστοτε πάσχομεν, ὡς καὶ Ποσειδώνιος εἶπεν.

5.7.85. ὅτι μὲν γὰρ ἐν ἐγκεφάλῳ τὸ λογιζόμενόν ἐστιν ἢ ἐν καρδίᾳ τὸ θυμούμενον οὐ μεγάλην μοῖραν πρὸς πίστιν ἐκ τῶν μαρτύρων, ἀλλ’ ἀποδείξει χρὴ τὸ πᾶν ἐπιτρέπειν ἐνταῦθα·

5.7.86. τὸ δὲ ἕτερον εἶναι τοῦ θυμουμένου τὸ λογιζόμενον οὔτ’ ἀποδείξεως δεῖται μακρᾶς οὔτε σοφῶν τῶν μαρτυρησόντων ἀλλ’ ἀρκεῖ μὲν καὶ ῞Ομηρος ἐπὶ τοῖς ἀρτίως ῥηθεῖσι μαρτυρῶν, ἀρκεῖ δὲ καὶ Θουκυδίδης λέγων· “καὶ οἱ λογισμῷ ἐλάχιστα χρώμενοι θυμῷ πλεῖστα εἰς ἔργον καθίστανται”, ἀρκεῖ δὲ καὶ Δημοσθένης εἰπών· “ἀλλὰ μὴν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ, πράξεις ὑβριστικῶς ποιήσει, δι’ ὀργήν γ’ ἔ<νι> [Πλάτων] φῆσαι πεποιηκέναι”· πρὸς τούτοις οἱ λοιποὶ πάντες καὶ ῥήτορες καὶ ποιηταὶ καὶ μυθολόγοι· διὰ γὰρ τὴν ἐνάργειαν τοῦ πράγματος οὐδείς ἐστιν ὃς οὐχ οὕτω γιγνώσκει.

5.7.87. προσεκτέον οὖν ἐστι τῇ προγεγραμμένῃ τοῦ Πλάτωνος ῥήσει τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως ἀσφαλῶς οὐ περὶ τοῦ κατὰ μὲν τὸν ἐγκέφαλον εἶναι τὸ λογιζόμενον, ἐν καρδίᾳ δὲ τὸ θυμούμενον, ἐπεκαλέσατο μαρτυρήσοντα τὸν ῞Ομηρον, ἀλλὰ περὶ μόνου τοῦ διαφέρειν τὸ θυμούμενον τῆς ψυχῆς τοῦ λογιζομένου. τοῦτο μὲν γὰρ ἅπαντες ἄνθρωποι γιγνώσκουσι δι’ ἐνάργειαν, ἐκεῖνο δ’ οὐκέθ’ ὁμοίως ἅπαντες, ἀλλ’ ἀποδείξεως αὐτὸ δεῖ.

5.7.88. διό μοι δοκῶ κἀγὼ καταπαύειν μὲν ἤδη τὸν ἐνεστῶτα λόγον, ἐν δὲ τῷ μετ’ αὐτὸν ἐπὶ τὴν ἀπόδειξιν τρέπεσθαι τοῦ καὶ τοῖς τόποις διωρίσθαι τὰ τρία μόρια τῆς ψυχῆς.

<p>Книга пятая</p></span><span>

5.1.1. Учение о страстях души нуждается в рассмотрении и само по себе, и еще в большей степени — из-за последователей Хрисиппа, использовавших его для демонстрации расположения управляющего начала души.

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука