1.7.21. καίτοι τί προκαλοῦμαι λέγειν ἐκεῖνον ἐνὸν ἡμᾶς εἰπεῖν ἤδη τἀληθές, ὡς ἡ μὲν πρώτη συζυγία τῶν εἰρημένων τεττάρων νεύρων ἀπὸ τοῦ νωτιαίου μυελοῦ σαφῶς ἀποβλαστάνει, καθ’ ἃ συμβέβληκεν ὁ τέταρτος τοῦ τραχήλου σπόνδυλος τῷ πέμπτῳ, ἡ δευτέρα δὲ ἐφεξῆς αὐτῇ μεταξὺ τοῦ πέμπτου τε καὶ ἕκτου καὶ δὴ καὶ ἡ τρίτη μὲν ἵνα συμβέβληκεν ὁ ἕκτος τῷ ἑβδόμῳ, ἡ τετάρτη δὲ ἐπ’ αὐτῇ, τὸ δὲ τελευταῖον ζεῦγος τῶν νεύρων ἐκ τῆς μεταξὺ χώρας ἐκφύεται τοῦ θ’ ὑστάτου τῶν τοῦ τραχήλου σπονδύλων καὶ τοῦ πρώτου τῶν ἐν τῷ θώρακι καὶ τοῦτ’ ἔστι τὸ εἰς ἄκρας ἰὸν τὰς χεῖρας.
1.7.22. οὕτως γὰρ οἱ ἀνατομικώτατοι τῶν πρὸ ἡμῶν ἔγραψαν, ὧν κἀν τοῖς πρώτοις λόγοις κἀν τοῖς νῦν ἐνεστῶσι φυλάττω τὴν διδασκαλίαν [πληθυντικῶς], εἴ τί που παρεῖδον ἢ οὐκ ἀκριβῶς ἐξειργάσαντο, παραλιπών· ἐν ἑτέρᾳ γάρ μοι πραγματείᾳ περὶ τῶν τοιούτων εἰρήσεται.
1.7.23. οὔκουν ἀρτηρίας χρὴ ζητεῖν ἐξ ὧν νεῦρα τῷ λόγῳ γεννήσαντες ἢ τοὺς δακτύλους κινήσομεν ἤ τι τῶν κατὰ τὰς χεῖρας ἕτερον.
1.7.24. ἔχομεν γὰρ ἤδη τὰ νεῦρα καὶ πλείω καὶ μείζω τῶν ἀρτηριῶν οὐκ ἐκ τῆς ἐκείνων τραγικῆς μεταμορφώσεως, ἀλλ’ ἐκ τοῦ νωτιαίου μυελοῦ γεγενημένα.
1.7.25. τὰ μὲν δὴ τοῦ Πραξαγόρου ψεύσματα πεφώραται σαφῶς ἤδη καὶ οὐδὲν ἔτι Πραξαγόρου γ’ ἕνεκεν ἐπὶ τὰς ἀρτηρίας ἰέναι χρὴ τῷ λόγῳ.
1.7.26. ἀλλ’ ἐπειδήπερ ὑπεσχόμην, ὡς ἔμπροσθεν ἐδήλωσα τὴν τῶν νεύρων εἰς ἅπαντα τοῦ ζῴου τὰ μόρια νομήν, οὕτω καὶ νῦν ἐκδιδάξαι τῶν ἀρτηριῶν, ἐπὶ τὰς ὑπολοίπους αὖθις αὐτῶν τρέψομαι.
1.7.27. καὶ πρώτας μὲν τὰς ἐπὶ τοὺς μασθοὺς φερομένας προσθήσω τῷ λόγῳ, δευτέρας δὲ τὰς ἄνω τοῦ θώρακος καὶ τρίτας τὰς κάτω καὶ τετάρτας ὅσαι τοῖς σκέλεσι διανέμονται.
1.7.28. αἱ μὲν δὴ τῶν μασθῶν ἀρτηρίαι τῆς ἐπὶ τὰς σφαγὰςἀναφερομένης ἀποφύονται, ἐπιβαίνουσαι δὲ τῷ στέρνῳ καλουμένῳ μικρὸν ὑποκάτω τῆς τῶν κλειδῶν πρὸς αὐτὸ διαρθρώσεως ὑποφέρονται διαπαντὸς αὐτῷ καὶ τελευτῶσαι διεκπίπτουσιν ἐκτὸς τοῦ θώρακος ὑπὸ τοῦ στήθους.
1.7.29. οὐ μὴν ἐνταῦθά γε ὅλαι κατασχίζονται· φαίνεται γάρ τις αὐτῶν μοῖρα δι’ ἐπιγαστρίου κατιοῦσα κἀνταῦθ’ εἰς πλείω σχιζομένη ταῖς ἀπὸ τῶν βουβώνων ἀνιούσαις εἰς ταὐτὸν ἥκουσα.
1.7.30. λελέξεται δὲ ὑπὲρ ἐκείνων ὀλίγον ὕστερον, ἐπειδὰν ἡ τοῦ λόγου τάξις ὑποβάλλῃ. νυνὶ δὲ ἐπὶ τὰς ἄνω κλειδῶν ἰέναι καιρὸς ἀρχὴν τῷ λόγῳ τήνδε θεμένους.
1.7.31. ἐπειδὰν πρῶτον ἐκ τοῦ θώρακος ἀνασχοῦσα καὶ τὰς κλεῖς ὑπερβᾶσα κατὰ μέσην γένηται τὴν σφαγὴν ἡ ὄρθιος ἀρτηρία, δίχα σχίζεται.
1.7.32. τοὐντεῦθεν δὲ τὸ γεννηθὲν ζεῦγος ἀρτηριῶν μεγάλων οὐκ ὀρθῶς μὲν ὀνομάζονται καρωτίδες, ἀλλ’ ἤδη κρατεῖ τοὔνομα διὰ τὴν πολλὴν ἄγνοιαν ἁπάντων τῶν μεθ’ ῾Ιπποκράτην φιλοσόφων τε καὶ ἰατρῶν.
1.7.33. ἀλλ’ ὅτι μὲν οὗτοί τε κακῶς ὑπειλήφασι πάθημα τῶν εἰρημένων ἀρτηριῶν εἶναι τὸν κάρον οὔθ’ ῾Ιπποκράτης οὕτως ἐγίγνωσκεν, ἐν τῷ δευτέρῳ τῶνδε τῶν ὑπομνημάτων ἀναγκαῖόν ἐστί μοι διελθεῖν· ἐν δὲ τῷ παρόντι λόγῳ τοῦ γε ὀνόματος οὐ φθονήσω ταῖς ἀρτηρίαις, ἀλλ’ ὀνομαζέσθωσαν ἔτι καὶ νῦν καρωτίδες.
1.7.34. ὅστις δὲ ὁ τρόπος αὐταῖς ἐστι θέσεώς τε ἅμα καὶ σχίσεως ἁπάσης τε τῆς εἰς τὰ τῶν κλειδῶν ἄνω μόρια διανομῆς, ἐγὼ διηγήσομαι.
1.7.35. φέρονται μὲν ἔτι καὶ νῦν ὄρθιαι, καθάπερ ἐξ ἀρχῆς ὥρμησαν, τὸ δ’ οἷον πρέμνον αὐτῶν εὐθὺ τῆς κεφαλῆς.
1.7.36. ἀποβλαστήματα δὲ κατὰ τὸν τράχηλον ἀποπέμπουσι μικρὰ τοῖς ταύτῃ μυσίν. ἐπειδὰν δὲ πλησίον ἤδη γένωνται τῆς γένυος, ἑκατέρα δίχα σχίζεται.
1.7.37. καὶ οὕτως ἤδη τέτταρες αἱ πᾶσαι γεννηθεῖσαι δύο μὲν εἰς γλῶττάν τε καὶ σύμπαν τὸ πρόσωπον ὅσον τε τὸ τῆς κεφαλῆς ἐκτὸς τοῦ κρανίου κατασχίζονται· δύο δὲ λοιπὸν διεξερχόμεναι τὸ κρανίον εἰς τὸν ἐγκέφαλον ἔρχονται.
1.7.38. καὶ δεῖ καὶ τῶνδε μεμνῆσθαι τῶν ἀρτηριῶν· οὐ σμικρὸς γὰρ οὐδὲ αὐτὰς ἐκδέχεται λόγος, ὅτι μηδὲ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπὶ τὸν ἐγκέφαλον ἀνίασιν, ἀλλ’ ὑπὸ τῇ παχείᾳ μήνιγγι τὸ θαυμαστὸν ἐκεῖνο πλέγμα τὸ τῷ δικτύῳ παραπλήσιον ἐργάζονται.
1.7.39. νυνὶ δὲ <οὔτε> τούτων τῶν ἀρτηριῶν οὔτε ἄλλης οὐδεμιᾶς ἀνάγκη λέγειν ἅπασαν τὴν ἐκ τῆς ἀνατομῆς γιγνωσκομένην ἰδέαν· τῇ τε γὰρ περὶ χρείας μορίων πραγματείᾳ καὶ τῇ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἡ τοιαύτη διέξοδός ἐστιν οἰκειοτέρα.
1.7.40. κατὰ δὲ τὸ παρόν, ὅσον ὑπογράψαι χρήσιμον ὡς ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας αἱ ἀρτηρίαι πᾶσαι πεφύκασι, τὴν ἀνατομὴν αὐτῶν διέξειμι.
1.7.41. ἡ μείζων μοῖρα τῆς μεγίστης ἀρτηρίας ἐστήρικται μὲν ἐπὶ μέσης τῆς ῥάχεως οὐ κατὰ τὸν νῶτον μόνον, ἀλλὰ καὶ τὴν ὀσφῦν ἅπασαν.
1.7.42. ἀποφύσεις δὲ πρώτας μέν, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ὅλον ἀποστέλλει τὸν θώρακα κἄπειτ’, ἐπειδὰν ἤδη διεκπίπτῃ τὸ διάφραγμα, καὶ τούτῳ ζεῦγος ἕτερον.
1.7.43. ἐφεξῆς δὲ πρώτη τῶν κάτω τοῦ θώρακος ἀρτηρία διττὴ μετ’ αὐτὰς εὐθέως τὰς φρένας ἀποβλαστάνουσα τῆς ἐπὶ τὴν ῥάχιν φέρεται πρὸς τῷ σπληνὶ καὶ γαστρὶ καὶ ἥπατι καὶ τοῖς ἐντέροις ἅπασι καὶ παντὶ τῷ μεσαραίῳ διασπειρομένη.
1.7.44. ἑξῆς δὲ κατὰ συζυγίαν ἤδη δύο μὲν εἰς τοὺς νεφροὺς μείζονες πολλῷ τῆς προειρημένης, ἄλλαι δὲ δύο κατ’ἐπιγάστριόν τε καὶ τὰς ψόας, καθ’ ἕκαστον σπόνδυλον ἓν ζεῦγος ἄχρι τοῦ πλατέος ὀστοῦ, καὶ μέν γε καὶ εἰς τὰς μήτρας τε καὶ ὄρχεις ἐντεῦθεν κατέρχονται καί τις ἀζυγὴς εἰς μεσεντέριον.
1.7.45. ἀλλὰ καὶ εἰς αὐτὸν εἴσω τὸν νωτιαῖον ἀπὸ τῆς μεγάλης ἀρτηρίας καθ’ ὅλην τὴν ῥάχιν ἐκφύονταί τινες ἀρτηρίαι μικραί, δύο καθ’ ἕκαστον σπόνδυλον.