Читаем Сочинения. Том 3 полностью

1.7.46. ἐπειδὰν δὲ κατὰ τὸ ἱερὸν ὀστοῦν γένηται, σχίζεται τοὐντεῦθεν ἤδη μεγάλα μέρη. καὶ κατέρχεταί τις εἰς ἑκάτερον σκέλος, ἐν τῇ παρόδῳ τοῖς καθ’ ἱερὸν ὀστοῦν ἀποβλαστήματα πέμψασα κύστει τε καὶ τῆς μήτρας τοῖς κάτω καὶ ξυνελόντι φάναι τοῖς γεννητικοῖς ἅπασι μορίοις· οὐδὲν γὰρ ἔτι δέομαι λέγειν οὐδ’ ἐνταῦθα τὸν τρόπον τῆς διανομῆς.

1.7.47. ἀπὸ τούτων τῶν ἀρτηριῶν τῶν ἐπὶ τὰ σκέλη φερομένων, ἐπειδὰν πλησίον ἥκωσι βουβώνων, ἀποφύεται μία καθ’ ἑκατέραν ἄνω τοῦ σώματος ἰοῦσα δι’ ἐπιγαστρίου.

1.7.48. κατασχιζόμεναι δὲ ἐνταῦθα ταῖς ἀπὸ τῶν μαστῶν καταφερομέναις εἰς ταὐτὸν ἥκουσιν, ὡς ἑνοῦσθαι τὰς τέτταρα<ς> τά<σ>δε. περὶ τούτων τῶν ἀρτηριῶν εἴρηταί μοι καὶ πρόσθεν, ἡνίκα τὰς κατὰ τὸν θώρακα διῄειν τῷ λόγῳ.

1.7.49. λοιπαὶ δὲ τῶν σκελῶν αἱ ἀρτηρίαι δύο, μία καθ’ ἑκάτερον ἐνεχθεῖσα βουβῶνα τοῖς ἐντὸς τοῦ μηροῦ παρατάττεται μέρεσιν ἄχρι τοῦ γόνατος.

1.7.50. ἀπὸ τούτων ἑκατέρας εἰς τοὺς καθ’ ἑκάτερον τῶν μηρῶν μῦς αἱ ἀρτηρίαι κατασχίζονται, τὸ δὲ ὑπόλοιπον αὐτῶν διὰ τῆς ἰγνύος ἐνεχθὲν εἴς τε τὰ περὶ τὴν κνήμην ἅπαντα καὶ τὸν πόδα νενέμηται.

1.7.51. καὶ οὐδὲν οὐδὲ ἐνταῦθα δέομαι διέρχεσθαι τὸν τρόπον τῆς νομῆς, ἀλλ’ ἀρκεῖ βραχεῖ λόγῳ δεδηλωκέναι τὰς ἐν τῷ ζῴω πάσας ἀρτηρίας ἀπὸ μιᾶς ἐκείνης πεφυκυίας, ἣν <ἐκφύεσθαι> ἐκ τῆς ἀριστερᾶς κοιλίας τῆς καρδίας, οἷον ἐκ γῆς τι[νòς] πρέμνον ἐλέγομεν.

1.7.52. ἔστι δὲ καὶ ἑτέρα τις ἀρτηρία τῆς αὐτῆς κοιλίας ἐκφυομένη, φλεβώδης τὸν χιτῶνα. κατασχίζεται δὲ εἰς ὅλον αὕτη τὸν πνεύμονα τοῖς ζῴοις ἅπασιν οἷς πνεύμων ἐστίν· οἷς δὲ οὐκ ἔστιν, εἰς ἕτερόν τι μόριον ἀνάλογον ὑπάρχον πνεύμονι, καθάπερ τοῖς ἰχθύσιν εἰς τὰ βράγχια.

1.7.53. ταύτην τὴν ἀρτηρίαν εἰκάσειεν ἄν τις τῷ τοῦ πρέμνου κάτωθεν ἐν αὐτῇ τῇ γῇ ἐμπεριεχομένῳ μέρει τοῦ φυτοῦ· καὶ δὴ καὶ κατασχίζεσθαι ταύτην μὲν ὡς ἂν εἰς ῥίζας τινὰς τὰς κατὰ τὸν πνεύμονα πεφυκυίας ἀρτηρίας, τὴν μεγάλην δὲ τὴν εἰς ὅλον τὸ σῶμα νενεμημένην οἷόνπερ κλάδους ἀπομερίζειν ἑαυτῆς ἁπάσας τὰς κατὰ τὸ ζῷον ἀρτηρίας ὀλίγον ἔμπροσθεν εἶπον.

1.7.54. οὕτως γὰρ οἶμαι καὶ τὸν ῾Ιπποκράτην προσεικάσαντα ῥίζωσιν ἀρτηριῶν ἀποφαίνεσθαι τὴν καρδίαν, ὥσπερ ἀμέλει τῶν φλεβῶν τὸ ἧπαρ. εἰρήσεται δέ μοι περὶ τῆς εἰκόνος ἐπὶ πλέον ἐν τοῖς ἑξῆς, ἐπειδὰν ὑπὲρ ἥπατός τε καὶ φλεβῶν ὁ λόγος περαίνηται.

1.7.55. νυνὶ δὲ ἀρκεῖ τὰ λεγόμενα πρὸς ἔνδειξιν τοῦ καὶ τὰς ἀρτηρίας ἁπάσας ἀπὸ τῆς καρδίας ἐκπεφυκέναι καὶ μηδεμίαν αὐτῶν εἰς νεῦρον μεταβάλλειν, ἀλλ’ ἀρχὴν ἁπάντων τῶν νεύρων ὑπάρχειν τὸν ἐγκέφαλον.

1.8.1. Καταλιπόντες οὖν ἤδη τὸν Πραξαγόραν ἀναίσχυντα σοφιζόμενον αὖθις ἐπὶ τὸν ᾿Αριστοτέλη μεταβῶμεν, ἐπειδὴ καὶ αὐτὸς ἐκ τῆς καρδίας φύεσθαί φησι τὰ νεῦρα. συγκεχυμένως δὲ εἴρηται καὶ ἀδιορίστως δὶς πρὸς αὐτοῦ περὶ τῆς τῶν νεύρων ἀρχῆς.

1.8.2. ἐχρῆν γὰρ οἶμαι τὸν ἀπὸ καρδίας αὐτὰ φύεσθαι φάσκοντα δεῖξαι πῶς εἰς ἕκαστον τοῦ ζῴου μόριον ἀπ’ αὐτῆς ἔρχεται [τὸ] νεῦρον, ὥσπερ ἡμεῖς ὀλίγον ἔμπροσθεν ἐπεδείξαμεν ἀρτηρίαν, οὐ τὸ ἁπλῶς γε τοῦτο εἰπεῖν μόνον αὔταρκες ὑπολαβεῖν.

1.8.3. ὅθεν <ὅπερ> ἐν τῷ τρίτῳ περὶ τῶν ἐν τοῖς ζῴοις ἔγραψεν οὐδαμῶς ἦν πρέπον ᾿Αριστοτέλει. παραγράψω δὲ τὴν ῥῆσιν αὐτήν· “ἔχει δὲ καὶ νεύρων πλῆθος ἡ καρδία, καὶ τοῦτο εὐλόγως· ἀπὸ ταύτης γὰρ αἱ κινήσεις, περαίνονται δὲ διὰ τοῦ θ’ ἕλκειν καὶ ἀνιέναι· δεῖ οὖν τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος.”

1.8.4. ὅτι μὲν γὰρ “δεῖ τοιαύτης ὑπηρεσίας τε καὶ ἰσχύος” ἐκείνῳ τῷ μέλει τοῦ σώματος ὃ τὴν ἀρχὴν τῆς ψυχῆς ἐν ἑαυτῷ περιέχει, πρόδηλον ἅπαντι· τὸ μέντοι τὴν καρδίαν τοῦτ’ εἶναι τὸ μέλος οὐ μόνον οὐκ ἀπέδειξεν ὁ ᾿Αριστοτέλης ἀλλ’ οὐδὲ πιθανῶς ἐπεχείρησεν, εἰ μὴ ἄρα τὸ νεύρων ἔχειν πλῆθος αὐτὴν ἱκανὸν εἶναι γνώρισμα νομίζει τοῦ νεύρων ὑπάρχειν ἀρχήν.

1.8.5. ἀλλ’ οὕτω γε καὶ τὰς χεῖρας καὶ τοὺς πόδας ἀρχὰς ὑποληψόμεθα νεύρων. ἂν γὰρ ἱκανὸν εἶναι νομίσωμεν ἔνθ’ <ἂν> ᾖ νεῦρα πολλά, τοῦτ’ ἀρχὴν τίθεσθαι νεύρων, οὐδὲν ἡμᾶς κωλύσει καὶ ταῦτα τὰ μόρια νεύρων ἀρχὰς ὑπολαβεῖν.

1.8.6. οὕτω δὲ καὶ τὸ τῷ δικτύῳ παραπλήσιον πλέγμα τὸ ὑπὸ τῇ παχείᾳ μήνιγγι τῶν ἀρτηριῶν ἀρχὴν ἐροῦμεν, οὐ τὴν καρδίαν· ἀναρίθμητον γάρ τι πλῆθος ἀρτηριῶν ἐστι κατ’ ἐκεῖνο τὸ πλέγμα.

1.8.7. ταυτὶ μὲν οὖν ἐκ περιουσίας εἰρήσθω μοι πρὸς τὸ μηδ’ εἰ πολλὰ κατὰ τὴν καρδίαν ἐφαίνετο νεῦρα, πάντως ἄν τιν’ ἐκ τούτων τίθεσθαι δικαίως ἀρχὴν ἁπάντων τῶν κατὰ τὸ σῶμα τοῦ ζῴου νεύρων.

1.8.8. ἐπεὶ δ’ οὐδ’ ἔχει νεῦρα πολλά, μεῖζον ἂν ἔτι γίγνοιτο τῷ ᾿Αριστοτέλει τὸ ἄτοπον. εἰσὶ μὲν γάρ τινες ἐν αὐτῇ νευρώδεις διαστάσεις, οὐ μὴν ἤδη γέ πω καὶ νεῦρα.

1.8.9. δειχθείη δὲ ἂν οὐ διὰ μακρῶν τοῦτο κατ’ αὐτὸν τὸν ᾿Αριστοτέλη. οὗτος γοῦν ἐστιν ὁ διδάξας ἡμᾶς εἰς τὴν ἐνέργειάν τε καὶ χρείαν ἀποβλέπειν ἑκάστου τῶν ὀργάνων, οὐκ εἰς τὴν κατασκευήν, ἐπειδὰν ὅ τί ποτέ ἐστιν αὐτῷ τὸ εἶναι σκοπώμεθα.

1.8.10. τὸ γοῦν ὀφθαλμῷ εἶναι τί ποτέ ἐστιν ἐρωτηθέντες, ἀποκριναίμεθ’ <ἂν> “ὀργάνῳ ὀπτικῷ.” οὐ γὰρ δὴ τό γ’ ἐκ τοσούτων τε καὶ τοιούτων ὑγρῶν χιτώνων τε καὶ ὑμένων καὶ μυῶν ὡδί πως συγκειμένων κατεσκευάσθαι τὴν οὐσίαν αὐτὴν εἶναι βούλεται τῶν ὀφθαλμῶν ὁ ᾿Αριστοτέλης, ὀρθότατα γινώσκων, ὡς καὶ πρὸς ἡμῶν ἐν ἑτέροις ἐπιδέδεικται.

1.8.11. νυνὶ δὲ οὐδὲ οἶμαι δεῖσθαι εἴς γε τὰ παρόντα τῆς παρ’ ἡμῶν ἀποδείξεως αὐτοῦ τοῦ ᾿Αριστοτέλους δοξάζοντος οὕτως.

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука