2.3.13. ὥστε ὅστις ὁτιοῦν ἀποδεικνύναι πειρᾶται, πρῶτα μὲν χρὴ τοῦτον ἐγνωκέναι τὴν διαφορὰν τῶν λημμάτων αὐτῶν, εἶθ’ ἑξῆς χρόνῳ πολλῷ γεγυμνάσθαι, λέγοντος μὲν ἑτέρου γνωρίζειν αὐτὰ ποίου γένους ἐστὶν ἐκ τῶν εἰρημένων, μὴ λέγοντος δὲ ἑτέρου ταχέως ἐξευρίσκειν αὐτὸν εἰς ἕκαστον τῶν προβληθέντων· ἑνὶ δὲ λόγῳ, καθάπερ ἐπὶ τοῦ λογίζεσθαι ποιοῦμεν, οὕτω κἀνταῦθα πράττειν.
2.3.14. εἰ γάρ τις ἐθέλει γίγνεσθαι λογιστικός, οὗτος ἐκμανθάνει μὲν πρῶτον ἀριθμοὺς ἅπαντας, οὓς ὀνομάζουσιν ἐκεῖνοι τετραγώνους καὶ ἑτερομήκεις, ἐφεξῆς δὲ γυμνάζεται χρόνῳ παμπόλλῳ πολλαπλασιάζειν καὶ μερίζειν, εἶθ’ ἑξῆς ἔτι μαθὼν ὀλιγίστας μεθόδους οὕτως ἤδη περὶ παντὸς τοῦ προβληθέντος ἱκανὸς γίνεται λογίζεσθαι.
2.3.15. καί μοι θαυμάζειν ἐπέρχεται τῆς τῶν πολλῶν δοξοσοφίας, εἰ προβληθέντος μέν, ἂν οὕτω τύχῃ, τίς γίγνεται τόκος ἑκατοστὸς ᾿Αττικῶν δισμυρίων πεντακισχιλίων ἑξακοσίων τριακονταεπτὰ μηνῶν τεσσαρεσκαίδεκα, τοῖς λογιστικοῖς ἐπιτρέπουσιν εἰδότες, οἶμαι, σαφῶς ὡς αὐτοῖς οὐ μέτεστιν ἐπιστήμη<ς> οὐδεμιᾶ<ς> τοῦ λογίζεσθαι τὰ τοιαῦτα, διότι μήτ’ ἤσκησαν αὐτὰ μήθ’ ὅλως ἔμαθον, ἀποδείξει δὲ χρῆσθαι τολμῶσιν εὖ εἰδότες ὡς οὔτε παρ’ ἑτέρων ἔμαθον ὅλως οὐδὲν οὔτε αὐτοὶ καθ’ ἑαυτοὺς ἐξεῦρον, οἵ γε μηδὲ ἐζήτησαν, ὅπου γε καὶ ἣν μεμαθήκεσαν ὁδὸν ἀποδεικτικήν, οὐκ ἦν ἱκανόν, ἀλλ’ ἐχρῆν, οἶμαι, πρότερον ἠσκῆσθαι κατ’ αὐτήν.
2.3.16. οὐδὲ γὰρ τοῖς ῥήτορσιν ἀπόχρη μέθοδον ἐκμαθεῖν, ὡς χρὴ διαιρεῖν ὑπόθεσιν ἅπασαν, ἀλλ’ ἐπὶ τῇ γνώσει τῆς μεθόδου καὶ τὴν ἄσκησιν ἐπάγουσιν.
2.3.17. ἠβουλόμην ἂν οὖν μοι καὶ τὸν ἀποδεικτικὸν εἶναι φάσκοντα πρῶτον μὲν εἰπεῖν τὴν μέθοδον, ᾗ χρῆται πρὸς τὰς ἀποδείξεις, εἶθ’, ὅπως ἤσκηται κατ’ αὐτήν, ἐπιδείξασθαι.
2.3.18. νυνὶ δὲ πῶς μὲν οἱ διὰ δύο τροπικῶν ἀναλύονται συλλογισμοὶ καὶ πῶς οἱ ἀδιαφόρως περαίνοντες ἤ τινες ἄλλοι τοιοῦτοι τῷ πρώτῳ καὶ δευτέρῳ θέματι προσχρώμενοι, πολλοῖς ἐστι συντυχεῖν ἀκριβῶς ἠσκημένοις, ὥσπερ ἀμέλει καὶ ἄλλοις ἐφ’ ὅσους διὰ τοῦ τρίτου θέματος ἢ τετάρτου συλλογισμοὺς ἀναλύουσι.
2.3.19. καίτοι τούτων τοὺς πλείστους ἔνεστιν ἑτέρως ἀναλύειν συντομώτερον, ὡς ᾿Αντίπατρος ἔγραψε, πρὸς τῷ καὶ περιεργίαν εἶναι οὐ μικρὰν ἀχρήστου πράγματος ἅπασαν τὴν τῶν τοιούτων συλλογισμῶν πλοκήν, ὡς αὐτὸς ὁ Χρύσιππος ἔργῳ μαρτυρεῖ μηδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων εἰς ἀπόδειξιν δόγματος ἐκείνων δεηθεὶς τῶν συλλογισμῶν.
2.3.20. ὅπως δὲ χρὴ γνωρίζειν τε καὶ διακρίνειν ἐπιστημονικὰ λήμματα διαλεκτικῶν τε καὶ ῥητορικῶν καὶ σοφιστικῶν, οὐκέτι ἔγραψαν ἀξιόλογον οὐδὲν οἱ περὶ τὸν Χρύσιππον οὔτε φαίνονται χρώμενοι·
2.3.21. ἀλλ’ ὅτι τὰς χεῖρας ἐπιφέρομεν τῷ θώρακι δεικνύντες ἡμᾶς αὐτοὺς ἢ τῇ κεφαλῇ κάτω νεύομεν, εἰ τὴν ἐγώ φθεγγόμεθα φωνήν, εἰς ἔνδειξιν τοῦ τὴν καρδίαν εἶναι τὴν ἀρχὴν τῆς ψυχῆς οὐκ αἰδοῦνται γράφοντες, ὧν ἡ μὲν δεῖξις οὐδὲν μᾶλλον ἐν τῇ καρδίᾳ ἢ ἐν τῇ ῥινί τε καὶ τῷ μετώπῳ (καὶ γὰρ καὶ ταῦτα δείκνυται πολλάκις ὑπὸ τῶν ἀνθρώπων) ἐμφαίνει τὸ ἡγεμονοῦν εἶναι τῆς ψυχῆς, ἡ δὲ ἐπίνευσις οὐδὲν μᾶλλον ἐν τοῖς κατὰ τὸν θώρακα ἢ ἐν τοῖς κατὰ τὴν κεφαλήν.
2.3.22. ἡ δὲ ε φωνὴ πόσης ἀτοπίας ἔχεται, κατὰ τὸ δεύτερον ὑπέδειξα τῶν Ὑπὲρ ὀνομάτων ὀρθότητος.
2.3.23. εἴ τις οὖν καλῶς ἤσκηται τὰς διαφορὰς τῶν λημμάτων ἐξευρίσκειν τε καὶ γνωρίζειν, οὐ δεήσομαι πρὸς αὐτὸν ἀντιλογίας μακροτέρας, ὥσπερ οὐδὲ πρὸς τοὺς ἐκ τοῦ Περιπάτου.
2.3.24. κατὰ γὰρ τὰς ἰδίας αὐτῶν διδασκαλίας ὁ λόγος ἔσται μοι πρὸς αὐτοὺς ὑπὲρ τοῦ τὴν τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς ἀρχὴν ἐν ἐγκεφάλῳ περιέχεσθαι, τῆς δὲ θυμοειδοῦς ἐν καρδίᾳ, τῆς δ’ ἐπιθυμητικῆς ἐν ἥπατι.
2.3.25. πρὸς μέντοι τοὺς Στωϊκοὺς ἀναγκαῖόν ἐστι μακρὸν ἀνύεσθαι λόγον, ἀνθρώπους ἐν μὲν τοῖς ἀχρήστοις τῆς λογικῆς θεωρίας ἱκανῶς γεγυμνασμένους, ἐν δὲ τοῖς χρησίμοις ἀγυμναστοτάτους τε ἅμα καὶ μοχθηραῖς ὁδοῖς ἐπιχειρημάτων ἐντεθραμμένους· ὥστε ἀναγκαῖον εἶναι μὴ μόνον διδάσκειν αὐτοὺς ὅσον χρηστὸν ἀλλὰ πολὺ πρότερον ἀποστῆσαι τοῦ μοχθηροῦ.
2.3.26. τοῦτο δὲ χαλεπῶς μὲν ἂν ἴσως, ἀνύσειν δ’ ἠλπίσαμεν, εἴ τις αὐτῶν ὑπέμεινε τῇ περὶ ἀποδείξεως πραγματείᾳ ἀκολουθήσας ἐπὶ πλέον ἐν αὐτῇ δοῦναί τε καὶ λαβεῖν λόγον ἐν εὐμενέσιν ἐλέγχοις.
2.3.27. ἐπεὶ δὲ οὐχ ὑπομένουσι μὲν τοῦτο, περὶ δὲ τοῦ προτεθέντος ἀεὶ ζητοῦσι πρὶν ὅπως χρὴ ζητεῖν καταστήσασθαι, τίς ἂν ἡμῖν ἐλπὶς ἔτι λείποιτο τοῦ μεταστῆσαι τοὺς ἀνθρώπους ἀφ’ ὧν ψευδῶς ὑπειλήφασιν;
2.4.1. ᾿Αλλ’ ἐπεὶ μὴ μόνον ἐκείνους πρόκειται πείθειν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων ὅστις ἂν μήπω μοχθηροῖς ἔθεσι λόγων ἐντεθραμμένος ἀνίατον ἔχῃ τὴν ἐν τῇ ψυχῇ διαστροφήν, ἄρξομαι πάλιν ἄνωθεν εἰς τὸ προκείμενον σκέμμα δεικνύναι πῶς μὲν ἄν τις ἐπιστημονικὰ λαμβάνοι λήμματα τὴν ἀληθινὴν ἀπόδειξιν συνιστάνοντα, πῶς δὲ ἂν ταῦτα διακρίνοι τις ἀπὸ τῶν ἄλλων λημμάτων, ἔτι τε πρὸς τούτοις τῶν τὴν φαινομένην ἀπόδειξιν οὐκ οὖσαν δὲ συνιστάντων λημμάτων ἐπιδείξω τὴν φύσιν ἐπ’ αὐτοῦ τοῦ νῦν ἡμῖν προκειμένου σκέμματος.
2.4.2. ἥτις δὲ τούτων αὐτῶν ἐστι πρὸς ἄλληλα διαφορά, καθόσον οἷός τ’ εἰμί, σαφέστατα περὶ πάντων ἐρῶ.