2.4.3. ἐπεὶ τοίνυν πρόκειται σκέψασθαι περὶ τῆς καρδίας, εἰ τὸ τῆς ψυχῆς ἡγεμονικόν ἐστιν ἐν αὐτῇ, τοῦτ’ ἔστιν, εἰ κατάρχει πᾶσι τοῖς τοῦ ζῴου μορίοις αἰσθήσεώς τε ἅμα καὶ τῆς καθ’ ὁρμὴν κινήσεως, ἰστέον ὡς ὅσα μὲν ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ λαμβάνεται λήμματα, διττὴν ἕξει τὴν διαφοράν· ἔσται γὰρ αὐτῶν τὰ μὲν κατ’ αὐτὸ τὸ προκείμενόν τε καὶ ζητούμενον ἐπιστημονικά, τὰ δ’ ἄλλα πάντα γένους ἑτέρου δευτέρου παρακειμένου τοῖς ἐπιστημονικοῖς·
2.4.4. ὅσα δὲ ἀπὸ τῶν ἀνθρωπίνων δοξῶν εἴτ’ οὖν ἰδιωτῶν εἴτε ποιητῶν εἴτε φιλοσόφων εἴτε ἐξ ἐτυμολογίας τινὸς εἴτε ἐκ νευμάτων, εἴτε ἐξ ἐπινευμάτων ἢ ἀνανευμάτων, εἴτε ἐξ ὁτουδήτινος ἑτέρου τοιούτου λαμβάνεται λήμματα, τοῦ τρίτου γένους ἔσται ταῦτα, διττὴν μὲν ἀπόστασιν ἀφεστῶτα τῶν ἐπιστημονικῶν, οὐ πολλῷ δέ τινι διαφέροντα τῶν σο-φιστικῶν, ἅπερ ἐν ὁμωνυμίαις τέ τισι καὶ τοῖς τῆς λέξεως σχήμασι μάλιστα συνίσταται.
2.4.5. ἀρκτέον οὖν ἀπὸ τῶν ὑπαρχόντων ἁπάντων τῇ καρδίᾳ καὶ λεκτέον ἐφεξῆς ταῦτα πάντα, πρῶτον μὲν ἐν κεφαλαίοις τε καὶ κατὰ γένος, εἶθ’ οὕτως καὶ κατὰ μέρος τε καὶ κατ’ εἶδος.
2.4.6. ὑπάρχει δὴ τῇ καρδίᾳ θέσις καὶ πηλικότης καὶ πλοκὴ καὶ διάπλασις καὶ διάθεσις καὶ κίνησις. ἀπὸ πρώτης οὖν τῆς θέσεως ἀρκτέον ἐπιδεικνύντας ὅσαι προτάσεις ἀπ’ αὐτῆς συνίστανται.
2.4.7. κεῖται δὲ ὡς πρὸς μὲν τὸν θώρακα μέση πως μᾶλλον· ἡ μὲν γὰρ βάσις αὐτῆς ἀκριβῶς ἐστι μέση τοῦ θώρακος ἅπαντος, ἡ κορυφὴ δὲ καὶ τὰ κάτω μέρη προήκει τοσοῦτον, ἡλίκον περ ἂν ᾖ τὸ μέγεθος τῆς καρδίας.
2.4.8. ὡς δὲ πρὸς ὅλον τὸ ζῷον ἀνωτέρω τῶν μέσων αὐτοῦ μερῶν τέτακται τοσοῦτον ὅσον ἀπέχει τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων· ἐκεῖνα γὰρ ἀκριβέστατα τὰ μέσα. ἀλλὰ καὶ πρὸς τὴν φάρυγγα, δι’ ἧς ἀναπνέομεν, οὕτω πως ἔχει θέσεως, ὥστε διὰ μέσου τοῦ πνεύμονος αὐτῇ συνῆπται.
2.4.9. κατὰ γὰρ τὴν ἀριστερὰν κοιλίαν τῆς καρδίας ἐκφύεταί τις ἀρτηρία φλεβώδης τὸ σῶμα, τὸ μὲν πρῶτον εἰς τοσαῦτα μόρια σχιζομένη, ὅσοιπερ ἂν ὦσιν οἱ τοῦ πνεύμονος λοβοί·μετὰ ταῦτα δὲ ἤδη καθ’ ἕκαστον αὐτῶν ἑκάστη διανέμεται εἰς πολλὰ γιγνομένη μόρια, μέχρι περ ἂν ἀναλωθῇ σύμπασα.
2.4.10. τοῖς δὲ ἐσχάτοις αὐτῆς πέρασι παμπόλλοις οὖσιν οἷόν περ δένδρου βλάσταις εἰς ταὐτὸν ἥκει τὰ τῆς τραχείας ἀρτηρίας πέρατα τὸν αὐτὸν τρόπον εἰς ὅλον τὸ σπλάγχνον μερισθείσης ὅνπερ ἡ φλεβώδης ἀρτηρία.
2.4.11. καὶ μὲν δὴ καὶ πρὸς αὐτὸν τὸν πνεύμονα θέσιν ἔχει τοιαύτην ὥστ’ ἔξωθεν ὑπ’ αὐτοῦ πανταχόθεν ἠμφιέσθαι.
2.4.12. τὰ μὲν οὖν τῆς θέσεως ὧδε ἔχει τῇ καρδίᾳ καὶ δύναιτ’ ἄν τις ἀπ’ αὐτῆς ἐπιχειρήματα ποιεῖσθαι τῇ μὲν ὡς πρὸς τὸ σύμπαν σῶμα, διότι μέσον πως αὐτοῦ κεῖται δικαίας ἕνεκα νομῆς ὧν ἐπιπέμπει δυνάμεων αὐτῷ, τῇ δὲ ὡς πρὸς τὴν τραχεῖαν ἀρτηρίαν, ὅτι τὴν φωνὴν διὰ ταύτης ἐκπέμπει.
2.4.13. καὶ μὲν δὴ καὶ τὴν χρείαν τε καὶ τὴν ἐνέργειαν τῆς ἀναπνοῆς συνάπτων αὐτῇ δύναιτ’ ἄν τινα κἀντεῦθεν ἐπιχειρήματα λαμβάνειν.
2.4.14. κατὰ δὲ τὸν αὐτὸν τρόπον, ὅτι μέση τοῦ θώρακος, ἴσως ἂν ἔχοι τι καὶ περὶ τούτου λαβεῖν ὁ βουλόμενος ἐκ πάντων ἐπιχειρεῖν.
2.4.15. ἀλλ’ οὔπω τούτων οὐδὲν ἐπιστημονικὸν οὐδὲ ἀποδεῖξαι τὸ προκείμενον ἱκανόν, ἔστ’ ἂν μηδέπω περαίνηται δι’ αὐτῶν ὡς αἰσθήσεώς τε καὶ κινήσεως τῆς κατὰ προαίρεσιν ἀρχὴ τοῖς ζῴοις ἐστὶν ἡ καρδία. οὐ γὰρ ἐξ ἀνάγκης ἕπεται τῷ μέσην τῷ ζῴῳ κεῖσθαι τὸ πάντων ἀρχὴν ὑπάρχειν αὐτήν.
2.4.16. καίτοι γε οὐδὲ αὐτὸ τοῦτο ἀληθές ἐστι, τὸ μέσην ἐν τοῖς ζῴοις εἶναι τὴν καρδίαν· εἰ γὰρ ἀκριβῶς τις ἐξετάσειε, τὰ κατὰ τὸν ὀμφαλόν ἐστι μέσα. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδὲ ὅτι μέση τοῦ θώρακος ἡ καρδία, διὰ τοῦτ’ ἀρχὴ τοῦ ζῴου παντός.
2.4.17. οὐδὲ γὰρ ὅτι καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ δίκην μεγάλου βασιλέως ὁ ἐγκέφαλος ἵδρυται, διὰ τοῦτ’ ἐξ ἀνάγκης ἡ τῆς ψυχῆς ἀρχὴ κατ’ αὐτόν ἐστιν, οὐδὲ ὅτι καθάπερ τινὰς δορυφόρους ἔχει τὰς αἰσθήσεις περιῳκισμένας, οὐδ’ εἴ γε καὶ τοῦτο λέγοι τις, ὅπερ οὐρανὸς ἐν ὅλῳ τῷ κόσμῳ, τοῦτ’ ἐν ἀνθρώποις εἶναι τὴν κεφαλὴν καὶ διὰ τοῦθ’, ὥσπερ ἐκεῖνος οἶκός ἐστι τῶν θεῶν, οὕτω τὸν ἐγκέφαλον οἶκον εἶναι τοῦ λογισμοῦ.
2.4.18. καὶ γὰρ τὰ τοιαῦτα πάντα καίπερ ὄντα πολὺ [μὲν] πιθανώτερα τῶν ἐπὶ τῆς καρδίας εἰρημένων, ὅμως οὐκ ἔστιν οὐδὲ αὐτὰ πιστὰ πρὸς ἐπιστήμην ἀκριβῆ καθάπερ οὐδὲ ὅτι τῆς φωνῆς ἡ καρδία δημιουργός ἐστιν.
2.4.19. εἰ μὲν γὰρ ἀπόδειξίν τινα διδάσκειν ἡμᾶς ἔχουσιν, ἡδέως ἀκουσόμεθα· τὸ δὲ ἀπὸ τῆς θέσεως μόνης ὁρμᾶσθαι μο-χθηρόν. οὕτω γάρ, οἶμαι, καὶ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἀρχὴν τῆς φωνῆς ἐροῦμεν, ὡς ἐγγυτέρω γε ταῦτ’ ἐστὶ τῆς καρδίας τοῖς φωνητικοῖς ὀργάνοις. αὐτὸ μὲν γὰρ τὸ πρῶτόν τε καὶ ἴδιον ὄργανον τῆς φωνῆς ὁ λάρυγξ ἐστίν.
2.4.20. εἰ γοῦν κατωτέρω τέμοις αὐτοῦ τὴν τραχεῖαν ἀρτηρίαν, οὐκέτ’ ἀκούσῃ φωνοῦντος τοῦ ζῴου, καίτοι γ’ ἀναπνέον ἀκωλύτως ὄψει καὶ νῦν αὐτό. καὶ εἴπερ ἄνθρωπος εἴη τὸ οὕτω τρωθέν, ἐξέσται σοι κελεύειν αὐτῷ φθέγξασθαί τι.
2.4.21. προθυμηθήσεται μὲν γάρ, οὐδὲν δὲ ἀκούσῃ πλέον ἐκπνοῆς ῥοιζώδους, ἣν ἡμεῖς ὀνομάζομεν ἐκφύσησιν· ἄνευ δὲ τοῦ προθυμεῖσθαι φθέγξασθαι φέρεται μὲν ἔξω τὸ πνεῦμα κατὰ τὰς ἐκπνοάς, οὐ μὴν σὺν ψόφῳ γέ τινι καὶ ἀθρόως.
2.4.22. ὄψει δὲ καὶ τοὺς κατὰ τὸν θώρακα μῦς ἅμα τοῖς κατ’ ἐπιγάστριον, ὅταν προθυμῆται φθέγγεσθαι τὸ ζῷον, ἐντεινομένους σφοδρῶς.