6.3.34. τούτων δ’ ἔτι µᾶλλον ἡ ἐφεξῆς συζυγία παχίστη µέν ἐστιν ἐκφυοµένη, τέµνεται δ’ εἰς πάµπο<λ>λα µικρὰ τοῖς περὶ τὸ πρόσωπόν τε καὶ τὸ στόµα διανεµοµένη µορίοις, ὥσπερ γε καὶ ἡ µετ’ αὐτήν. ἵνα δὲ µὴ τρίβω τὸν χρόνον, ὁ νωτιαῖος ἀπ’ ἐγκεφάλου βλαστάνειν αὐτῷ δοκεῖ καὶ εἶναι καθάπερ τι πρέµνον ἀριθµοῦ παµπόλ<λ>ου νεύρων οἷον κλάδων ἀποφυοµένων αὐτοῦ.
6.3.35. Tαῦτα µὲν οὖν ἀληθῆ τ’ ἐστὶ καὶ τοῖς ἐναργῶς ὁρωµένοις ὁµολογούµενα, τὸ δὲ τὰ µικρὰ τῶν µεγάλων ἀρχὰς εἶναι µάχεται µὲν καὶ τοῖς κατὰ τὰ νεῦρα φαινοµένοις —ἀεὶ γὰρ ἐν τούτοις τὰ µείζω τῶν µικροτέρων ἀρχαί—, µάχεται δὲ ὡς εἴρηται καὶ τοῖς κατὰ τὰ φυτὰ καὶ προσέτι τοῖς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν. ἀναισχυντία πάντως γάρ ἐστιν ἄλλο τι σπλάγχνον ἀρτηριῶν ἀρχὴν ὑποθέσθαι.
6.3.36. φαίνονται γοῦν αἱ µὲν ἀρτηρίαι πρὶν ἐκτµηθῆναι τοῦ ζῴου τὴν κίνησιν ἀπολλύουσαι σαφῶς ἐπειδὰν βρόχῳ διαληφθῶσι, µήτι γε δὴ χωρισθεῖσαι καὶ ἐκτὸς γενόµεναι, µόνη δ’ ἡ καρδία πάντων τῶν ἐν τῷ ζῴῳ µορίων ἐξαιρουµένη µέχρι πλείστου διαφυλάττουσα τὴν κατὰ φύσιν ἐνέργειαν, ὡς ἀρχὴ κινήσεως ἑαυτῇ τε καὶ τοῖς ἀφ’ ἑαυτῆς.
6.3.37. αἱ δ’ ἀρτηρίαι ἀποχωρισθεῖσαι αὐτῆς ἢ βρόχοις ἢ τοµαῖς ἅµα τῷ πάθει καὶ τὴν κίνησιν ἀπολλύουσιν. ἀλλ’ εἴπερ ἀναίσχυντόν ἐστι τὰς ἀρτηρίας ἑτέρωθεν ἄρχεσθαι φάναι, τὰ µέγιστα µόρια τῶν ἀρτηριῶν ἀρχαὶ τῶν µικροτέρων γενήσονται.
6.3.38. εὐρύταται γοῦν ἁπασῶν εἰσι τοῦ ζῴου ἀρτηριῶν αἱ τῆς καρδίας ἐκφυόµεναι, παχύταται δὲ καὶ τῶν νεύρων αἱ ἀρχαί, καθάπερ ἐν τοῖς φυτοῖς πάχιστον µὲν τὸ πρέµνον ἁπάντων τῶν κλάδων, παχίστη δ’ ἡ ῥίζωσις τῶν ῥιζῶν.
6.3.39. ὀνοµάζω δὲ ῥίζωσιν τὸ κάτωθεν µέρος, ὅπερ ὀλίγον ἔµπροσθεν ἐδείκνυον ἀρχὴν εἶναι τοῦ φυτοῦ. καί µοι δοκεῖ καὶ ὁ ῾Ιπποκράτης ἐντεῦθεν ἐπὶ τὰ ζῷα µεταφέρων τοὔνοµα ῥίζωσιν εἰρηκέναι τῶν µὲν ἀρτηριῶν τὴν καρδίαν, τῶν δὲ φλεβῶν τὸ ἧπαρ.
6.3.40. ὡς γὰρ ἀπὸ τῆς ῥιζώσεως τῶν φυτῶν αἱ ῥίζαι µὲν κάτω, τὸ δὲ στέλεχος ἄνω φύεται, κατὰ τὸν αὐτὸν τρόπον ἐκ µὲν τῆς καρδίας ἥ τε εἰς τὸν πνεύµονα καὶ ἡ εἰς ὅλον τὸ ζῷον, ἐκ δὲ τοῦ ἥπατος ἥ τ’ εἰς τὰ κατὰ τὴν γαστέρα καὶ <ἡ> εἰς τὸ σύµπαν σῶµα.
6.3.41. ῥίζαι<ς> µὲν οὖν ἐοίκασιν αἱ εἰς τὴν γαστέρα καθήκουσαι φλέβες, ὡς καὶ τοῦτ’ αὐτὸς ῾Ιπποκράτης ἔδειξε φάµενος “ὡς γὰρ τοῖς δένδροις ἡ γῆ, οὕτω τοῖς ζῴοις ἡ γαστήρ,” τὸ δ’ οἷον πρέµνον ἡ κοίλη φλέψ ἐστιν ἐκ µὲν τῶν κυρτῶν τοῦ ἥπατος ἐκπεφυκυῖα, φεροµένη δ’ ἐκ τοῦ ἥπατος εὐθείᾳ πρὸς ἑκάτερα τοῦ ζῴου τὰ µέρη, τό τε ἄνω καὶ τὸ κάτω.
6.3.42. εὐρύτατον µὲν οὖν αὐτῆς ἐστι τὸ κάτω τοῦ ἥπατος, ἧττον δ’ εὐρὺ τὸ διὰ τῶν φρενῶν *****
ἀνατεταµένον, ἔλαττον δὲ ἀµφοῖν τὸ ἐµφυόµενον τῇ καρδίᾳ. καίτοι γ’ εἴπερ ἦν ἡ καρδία τῆς κοίλης φλεβὸς ὡς καὶ τῆς µεγάλης ἀρτηρίας ἀρχή, µέγιστον ἂν ἦν οἶµαι τὸ συνεχὲς αὐτῇ µέρος.6.4.1. Εἰ δέ τις οἴεται τῆς µὲν δυνάµεως ταῖς φλεψὶ χορηγὸν τὴν καρδίαν, τῆς δ’ ὕλης τὸ ἧπαρ, ἐντεῦθεν γὰρ ὁρµᾶσθαι τὸ αἷµα, καὶ διὰ τοῦτ’ εὐρυτέραν εἶναι τὴν κάτω κοίλην τῆς ἄνω, διότι πλείω µόρια τὰ κάτω τοῦ ἥπατός ἐστιν, οἷς ἀναγκαῖόν ἐστιν ἅπασι χορηγεῖσθαι τροφήν, οὗτός µοι δοκεῖ δι’ αὐτῶν ὧν ὑποτίθεται συγχωρεῖν ἃ µὴ βούλεται.
6.4.2. τὸ γὰρ ἐξ ἥπατος ὁρµᾶσθαι τὸ αἷµα τί ἄλλο ἐστὶν ἢ τὴν γεννῶσαν αἷµα δύναµιν ἐν τούτῳ τῷ σπλάγχνῳ περιέχεσθαι; εἴπερ οὖν ἕνεκα µὲν τοῦ τρέφεσθαι τὸ ζῷον ἡ τοῦ αἵµατός ἐστι γένεσις, ἐν ἥπατι δὲ γίγνεται τὸ αἷµα, τῆς θρεπτικῆς δυνάµεως ἀρχὴ τοῦτ’ ἔσται τὸ σπλάγχνον, οὐχ ἡ καρδία.
6.4.3. τὸ γὰρ προνοούµενον ὕλης ἐπιτηδείου πρὸς θρέψιν ἅπαντι τῷ σώµατι τοῦτ’ εὔλογον ἀρχὴν εἶναι τῆς θρεπτικῆς τε καὶ φυτικῆς δυνάµεως, ὥσπερ οἶµαι κἀν τοῖς φυτοῖς ἐκεῖνο τὸ µέρος ὃ ῥίζωσιν ἐκαλοῦµεν· ἕλκει τε γὰρ ἐφ’ ἑαυτὸ διὰ παµπόλλων ῥιζῶν ἐκ τῆς γῆς τὴν τροφὴν ἐπιπέµπει τε προκατεργασάµενον ἅπαντι τῷ φυτῷ διὰ τοῦ στελέχους.
6.4.4. εἰ γὰρ καὶ <ταύτης> τῆς [αὐτῆς] δυνάµεως ὥσπερ καὶ τῆς σφυγµικῆς ἀρχὴν θησόµεθα τὴν καρδίαν, ἐκ τοῦ περιττοῦ τὸ ἧπαρ ἡ µηδὲν µάτην ἐργαζοµένη φύσις ἐποίησεν. ἦν γὰρ δήπου κατὰ τὴν καρδίαν αἱµατοῦσθαι τὴν τροφήν.
6.4.5. ἀλλ’ ὡς εἰς µέγα τὸ ἔργον οἷον ὑπηρέτην τινὰ τὸ ἧπαρ ἡ φύσις τῇ καρδίᾳ παρεστήσατο προπαρασκευάσοντα τὴν ὕλην αὐτῇ, καθάπερ ἡ γαστὴρ ἐκείνῳ. πιθανὸς µὲν ὁ λόγος, οὐ µὴν ἀληθής γε.
6.4.6. φαίνεται γὰρ οὐχ ὡς ὑπηρέτης ἡγουµένῳ προπαρασκευάζων ἐπιτήδειον ὕλην τὸ ἧπαρ, ἀλλ’ ὡς αὐτὸς ὁ ἡγούµενος ἐξουσίαν ἔχων τοῦ διανέµειν αὐτήν. ἐναργῆ δὲ παραδείγµατα κατ’ αὐτὸ τοῦ ζῴου τὸ σῶµα πάρεστι θεάσασθαι.
6.4.7. πάντα γοῦν ὅσα προπαρασκευάζει τὰς ὕλας ἑτέροις, ἐκείνοις αὐτὰς ἀκεραίους φυλάττει καὶ οὔτ’ ἐκ πνεύµονος ἄλλη τις ὁδὸς ἑτέρωσ<ε> τέτµηται πλὴν µιᾶς τῆς εἰς τὴν καρδίαν οὔτ’ ἐκ κοιλίας τε καὶ ἐντέρων ἑτέρωσε πλὴν εἰς ἧπαρ οὔτ’ ἐκ τοῦ δικτυοειδοῦς πλέγµατος ἑτέρωσε πλὴν εἰς ἐγκέφαλον οὔτ’ ἐκ τῶν τὸ σπέρµα προπαρασκευαζόντων ἀγγείων εἰς ἄλλο τι πλὴν τῶν ὄρχεων.
6.4.8. οὕτω δὲ καὶ οἱ τὸ χολῶδες ὑγρὸν ἀθροίζοντες πόροι πάντες εἰς ἓν ἀγγεῖον ἀποφέρονται, τὴν ἐπὶ τῷ ἥπατι κύστιν, ἐντεῦθέν τε πάλιν ἐπὶ ἓν χωρίον ἡ κύστις ἐξερεύγεται, καθάπερ οἱ νεφροὶ τὸ οὖρον εἰς τὴν µεγάλην κύστιν. οὐκοῦν οὐδὲ τὸ ἧπαρ, εἴπερ τῇ καρδίᾳ τὸ αἷµα προπαρασκευάσον ὑπὸ τῆς φύσεως ἐγένετο, διανέµειν αὐτὸ τῇ παρασκευῇ ἡµίεργον ἐπιστεύθη ποτ’ ἄν.