ὥστ’, ὦ βέλτιστε Λύκε, περὶ ὧν ἐχρῆν ἐπιτιµηθῆναί σε, περὶ τούτων ἐγκαλεῖς. ἀγνοῶν γοῦν ἐφάνης ἕν τι τῶν πρώτων µαθηµάτων, ὃ µηδεὶς τῶν εἰσηγµένων νοµίµως ἀγνοεῖ. πολλὴν µὲν γὰρ οὐσίαν ἁπλῆν ὁ τοῦ σώµατος ὄγκος κρίνει, σύνθετον δὲ ἐκ διαφερόντων ὑπάρχουσαν ἡ τῶν µιχθέντων ἀναλογία, καθάπερ καὶ τὸν ἐγκέφαλον ἤ τι τῶν ἄλλων µορίων. οὕτω γοῦν καὶ οἱ µειγνύντες οἶνον ὕδατι τοῦ πιεῖν ἕνεκεν ἤτοι πλείονα τὸν οἶνον λέγουσιν ἢ τὸ ὕδωρ ἢ οὐδέτερον, ὅταν εἰς συµµετρίαν κράσεως ἥκωσιν. ἔµπληκτος δ’ οὐδεὶς οὕτως ἐστίν, ὡς ἐµβαλὼν εἰς οἴνου πίθον ὕδατος κοτύλην πλέον εἶναι λέγειν ἐν τῷ πίθῳ τὸ ὕδωρ τοῦ κατὰ τὸ µικρὸν ποτήριον, ὅταν, <εἰ> οὕτως ἔτυχεν, ἐν ἐκείνῳ τριῶν ὄντων κυάθων ὁ µὲν εἷς ὕδατος, οἱ δὲ δύο ὑπάρχωσιν οἴνου. Λύκος δέ, ὡς οἶµαι, καὶ τὴν τετραφάρµακον ὀνοµαζοµένην δύναµιν ἐκ κηροῦ καὶ στέατος καὶ πίττης καὶ ῥητίνης ἴσων ἁπάντων συντεθειµένων οὐ φήσει πλείονα τὴν πίτταν ἔχειν, ἐὰν διπλασίαν τις ἐµβάλῃ τῶν ἄλλων. ἀλλὰ κἀνταῦθα ἐπισκέψεται, πότερον πίθος ὅλος ἐστὶ µεστὸς τῆς τετραφαρµάκου δυνάµεως ἢ µικρόν τι λεκάριον, εἶτα τὸν πίθον ἐρεῖ πολὺ πλείονα τὴν πίτταν ἔχειν τοῦ λεκαρίου, κἂν ὁ µὲν ἐξ ἴσων ᾖ τῶν τεττάρων, ἡ πίττα δ’ ὑπάρχῃ διπλασία τῶν ἄλλων ἐν τῷ λεκαρίῳ. τοιγαροῦν ἅπαντα τὰ τοιαῦτα ἁµαρτήµατα τῶν πολλῶν µὴ δυναµένων † ἐστὶ διακρῖναι τὸ κατ’ ἀναλογίαν καὶ µίξιν πολὺ τοῦ κατὰ τὸ κοινὸν µέτρον ἁπλῶς οὕτω λεγοµένου, οὐ κατὰ τὸν αὐτὸν τρόπον, ἐφ’ ὃν ὁ Λύκος ἐνεκάλεσεν ῾Ιπποκράτει; ἥ τε γὰρ οὐσία τοῦ ἐµφύτου θερµοῦ πλείστη τοῖς αὐξανοµένοις ἐστὶν ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν, ἥ τε σὺν αὐτῇ ποιότης ὡσαύτως, ἐπειδήπερ ἀχώριστοι τῶν οὐσιῶν εἰσιν αἱ οἰκεῖαι ποιότητες, ὥσπερ γε <αὐ>τῶν καὶ αἱ δυνάµεις. οὕτω γοῦν κἂν εἰς τὴν τετραφάρµακον ἐµβάλῃς πλείονα τῆς τῶν ἄλλων ἀναλογίας τὴν πίτταν, οὐ τὴν οὐσίαν µόνον αὐτῆς, ἀλλὰ καὶ τὴν ποιότητα καὶ τὴν δύναµιν ἐρεῖς ἐνεῖναι πλείονα καὶ διὰ τοῦτο καὶ τὸ ὑγρὸν µέρος τῆς πίττης ηὐξῆσθαι. δῆλον οὖν ὅτι κατὰ τὰ τρία τοῦ πολλοῦ σηµαινόµενα τὰ πρὸς τοῦ Λύκου γεγραµµένα πλείων ἥ τε πίττα λεχθήσεται κατὰ τὴν τετραφάρµακον εἶναι τό τ’ ἔµφυτον θερµὸν τοῖς ζῴοις, ἔτι δὲ µᾶλλον, ἐφ’ ὧν οὐ κέκραται δι’ ὅλων ἀλλήλων ὅλα τὰ µειγνύµενα, κατάδηλόν ἐστι τὸ κατὰ τοὺς τρεῖς τρόπους οὓς ὁ Λύκος εἶπεν ἕτερον ἑτέρου λέγεσθαι πλέον, ὥσπερ ἐπὶ τοῦδε τοῦ φαρµάκου τῶν συνηθεστάτων ὄντος, ὃ σύγκειται µὲν ἐξ ἴρεως καὶ ἀριστολοχίας καὶ τοῦ τῶν ὀρόβων ἀλεύρου καὶ λιβανωτοῦ, πάντων ἀλλήλοις ἴσων τῷ σταθµῷ, δύναιτ’ ἄν τις τὸ ἓν ἐξ αὐτῶν διπλάσιον ἐργασάµενος ἀναµεῖξαι τοῖς ἄλλοις ἴσοις, οἷον, εἰ τύχοι, τὴν ἀριστολοχίαν. ἀληθὲς οὖν ἐστι κατὰ τὴν αὐτῶν µίξιν εἰπεῖν, ὅτι καὶ τῇ οὐσίᾳ καὶ τῇ ποιότητι καὶ τῇ ἐνεργείᾳ πλείων ἐστὶ καὶ κρατεῖ τῶν ἄλλων ἡ ἀριστολοχία. ταὐτὸν δὴ τοῦτο κἀπὶ τοῦ βαλανείου τις <ἂν> εἴποι µὴ µόνον ἔχοντος ἐν ἑαυτῷ τὸν εὐκρατότατον ἀέρα, προσειληφότος δέ τι καὶ καπνοῦ καὶ ἀτµοῦ. δύναται γὰρ ἐκ τούτων ποτὲ µὲν ὁ καπνὸς εἶναι πλείων, ποτὲ δὲ ὁ ἀτµός, ὥσπερ γε καὶ ὁ κατὰ φύσιν ἀὴρ τοῦ βαλανείου. τὸ δ’ ἁπλῶς οὕτως πλέον κατὰ τὴν τῆς οὐσίας ὑπεροχὴν λέγοµεν ᾧ καὶ τὴν ποιότητα συναύξεσθαι καὶ τὴν ἀπ’ αὐτῆς ἐνέργειαν ἀναγκαῖόν ἐστιν. ὑποκείσθω γοῦν εἶναι τὴν οὐσίαν τοῦ καπνοῦ πλείονα τῆς τῶν ἄλλων δυοῖν· ὀρθῶς ἐρεῖς τηνικαῦτα καὶ τὴν ποιότητα τοῦ καπνοῦ τῆς τῶν ἄλλων ποιότητος εἶναι πλείονα καὶ τὴν ἐνέργειαν, ὁµολογουµένως δὲ οὐ πλείονα γίγνεσθαι ποιότητα ποιότητος, ἀλλὰ σφοδροτέραν, ὥσπερ γε καὶ ἀµυδροτέραν, οὐκ ἐλάττω, παµπόλλης οὔσης τῆς τοιαύτης χρήσεως τῶν ὀνοµάτων ἐν ὅλῳ τῷ βίῳ καὶ κατὰ πάσας τὰς τέχνας. καὶ τί δεῖ τῶν ἄλλων µνηµονεύειν ἔχοντας ἐναργῶς τοῦ λόγου µαρτύριον ἐπ’ αὐτῶν τῶν πυρετῶν, οὓς ὁσηµέραι πάντες ποτὲ µὲν µείζονας ἢ ἐλάττονας ἀλλήλων γεγονέναι φασί, ποτὲ δὲ ἔλαττον ἢ πλέον πυρέττειν τόνδε τοῦδε καὶ τὸν αὐτὸν χθὲς ἢ σήµερον. οὕτως οὖν ὑποκειµένου λέγεσθαι τοῦ κατὰ τὴν ποιότητα πλείονος οὐδὲν θαυµαστόν, ἐν ᾧ βαλανείῳ πλείων ἐστὶν οὐσία καπνοῦ, καὶ τὴν ποιότητα φάναι γεγονέναι πλείονα καὶ τὴν ἐνέργειαν, εἰ µὲν κυρίως ὀνοµάζοµεν ἰσχυροτέραν τε καὶ σφοδροτέραν, εἰ δὲ καταχρώµενοι µείζονά τε καὶ πλείονα. δήξεται γὰρ δηλονότι τοὺς ὀφθαλµοὺς ὁ καπνός, εἰς ὅσον αὐξάνεται κατὰ τὴν οὐσίαν, ὥστ’ ἀεὶ ταῖς οὐσίαις συναυξανοµένων τῶν οἰκείων αὐταῖς ποιοτήτων καὶ τῶν ἐνεργειῶν ἀληθῶς ἂν εἴποι τις ἐν τῷ τοιούτῳ βαλανείῳ πλεῖστον εἶναι τὸν καπνόν. ὑποκείσθω δὲ πάλιν ἔλαττον µὲν ἀτµοῦ τε καὶ καπνοῦ κατὰ τὸ βαλανεῖον ὑπάρχειν, ἡ δ’ οἰκεία τοῦ ἀέρος οὐσία πλείστη <φαίνεται> κατὰ τὴν ἀναλογίαν οὖσά τε καὶ γιγνοµένη τοῦ τοῖς ζῴοις ἐµφύτου θερµοῦ. λεχθήσεται γὰρ καὶ νῦν ἐν τῷ βαλανείῳ πλεῖστον εἶναι τὸ οἰκεῖον θερµόν. ἆρ’ οὖν ἀποδεῖ τι τούτου τὸ κατὰ τοὺς ἐν τῷ ζῴῳ χυµούς, ἐξ ὧν ἀτµιζόντων ἡ προσπίπτουσα θερµασία τοῖς ἁπτοµένοις ἔξωθέν ἐστιν; ἄλλη µὲν γὰρ ἀπὸ τοῦ αἵµατος ἀνάπτεται θερµότης, ἄλλη δὲ ἀπὸ τοῦ φλέγµατος, ἄλλη δὲ ἀπὸ τῆς ξανθῆς ἢ µελαίνης χολῆς. ἐπὶ µὲν οὖν τῶν παίδων ἡ οὐσία τοῦ αἵµατος πλείστη κατὰ τὴν τῆς µίξεως ἀναλογίαν· (τούτου γὰρ ἀναµιµνῄσκειν ἀεὶ δεῖ καθάπερ ὑπὸ ληθάργου κατεχοµένους τοὺς τὰ τοιαῦτα ληροῦντας, ὁποῖα Λύκος ἔγραψεν)· ἥ τε συναυξανοµένη ποιότης οὖσα χρηστὴ καὶ φίλιος, οὐκ ἀνιαρὰ καὶ δακνώδης τοῖς ἁπτοµένοις ἥ τ’ ἐνέργεια καθ’ ἣν αἱ πέψεις οὐ κνισώδεις γίνονται οὐδ’ ὀξώδεις ὡς ἐπὶ φλέγµατος.