1. ᾿Επεί µοι δοκεῖς, ὦ Πατρόφιλε, θεῖόν τι πεπονθέναι πάθος, ὀρεγόµενος ἅπαντα σὺν ἀποδείξει τε καὶ µεθόδῳ µανθάνειν, ὑπηρετῆσαί σου διέγνωκα τῇ προθυµίᾳ, καὶ γράψαι τῶν λόγων ὧν ἤκουσας, ἢ περὶ ὧν ἠπόρεις, ὑποµνήµατά σοι. πῶς δ’ οὐκ ἂν ὑπέστην τὸν ἆθλον τοῦτον, ὁρῶν σε καθευρηκότα µὲν ἀρχήν τινα τῆς ἐπ’ ἀλήθειαν ἀγούσης ὁδοῦ, µόνον δ’ οὐ δυνάµενον αὐτῆς ἐφικέσθαι δι’ ὕψος τε καὶ µῆκος καὶ τραχυτῆτα. τοὺς µὲν γὰρ πολλοὺς ὁρῶ, µηδὲ µετὰ παρακλήσεως ἐπ’ αὐτὴν ἰόντας, ἀλλ’ ὀκνοῦντάς τε, καὶ ἀποτρεποµένους, σὲ δ’ ἐκείνων ἔµπαλιν ἔχοντα· ἀποτρεποµένων γὰρ ἁπάντων, ἄχρι γε τοῦ δεῦρο, καὶ πρὸς ἄλλας ὁδοὺς ἐκτρεπόντων, αὐτήν γε κατιδόντα τὴν ἀλήθειαν, ὡς ἐφ’ ὑψηλοῦ τινος ᾤκισται, καὶ τοῦ κάλλους αὐτῆς ἐραστὴν δριµύτατον γενόµενον, οὔτ’ ὀκνεῖν τὴν ὁδὸν, οὔτ’ ἐπιτρέπειν ἑαυτῷ µόνῳ τὴν πορείαν. ἐν µὲν δὴ τῷ παρόντι, σύστασιν ἰατρικῆς τέχνης ἐπιθυµῶν ἐξευρεῖν ἀληθῆ, µεστὸς ὠδίνων ἦσθα τὴν ψυχήν. ὡς δ’ ἐγὼ ὑποτοπάζω, µικρὸν ὕστερον ἐµπλησθήσῃ µείζονος ὀρέξεως, εἰ θεάσαιο τὸ τῆς ἀλη-θείας φῶς καταλαµπόµενον, ἑτέραν οὐχ εὑρὼν ὁδὸν καλλίονα τῆς νῦν σοι ζητουµένης. ὁρῶ γάρ σε περὶ τὴν τἀληθοῦς εὕρεσιν ἐνθέως διακείµενον, ἐφ’ ἧς ἂν ὕλης φαντάζοιο. λέγοντος οὖν σου, µυρίοις µὲν ὑποβεβληκέναι τὰ ὦτα µαθήσεως ἕνεκα τέχνης ἰατρικῆς, οὔτε δ’, ὅθεν ἄρχεσθαι χρὴ, σὺν ἀποδείξει τε καὶ µεθόδῳ παρ’ οὐδενὸς ἀκηκοέναι, καὶ πολὺ δὴ µᾶλλον οὐδὲ τὴν ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ὁδὸν οὐδενὶ ἐπιδεικνύντι σοι συγγεγονέναι, δείξειν ὑπεσχόµην ὃ ποθεῖς, εἰ πρότερον ὑποµείναις καὶ ἐπ’ ἄλλων γυµνάσασθαι τεχνῶν τὸν λόγον. σοῦ δὲ, οὐχ ὅπως ἀποστάντος, οὐδ’ ὀκνήσαντος τὴν πρόσκλησιν, ἀλλ’ ἥδιον ἂν οὕτω φάντος ἢ ἐκείνως ἐπὶ τὸ προκείµενον ἐλθεῖν, εἰ µόνον ἐπαγγείλαιµί σοι τὴν αὐτὴν µέθοδον ἐν ἁπάσαις ἐπιδείξειν ταῖς τέχναις· εἶτ’ ἐµοῦ καὶ τοῦτ’ ἐπαγγειλαµένου, καὶ δεικνύντος ἐπὶ τῆς πρώτης προβληθείσης θεωρίας, ἑώρων σε γανύµενον ἐπὶ τῇ τῆς θεωρίας ἀληθείᾳ. καὶ τοίνυν ἐφεξῆς πολλὰς ὁµοίως διασκεψάµενος, καὶ µάλιστα αὐτῶν τὰς ποιητικὰς, ἐπειδὴ τοῦ γένους ἐστὶ τούτου καὶ ἡ περὶ τὴν ὑγίειαν ἔχουσα, τηνικαῦτα µετέβης ἐπ’ αὐτὴν, ἣν ἐξ ἀρχῆς ὥρµησο, καὶ θεασάµενος, ὡς ἐστὶ κᾀνταῦθα µία τε καὶ ἡ αὐτὴ µέθοδος, ἠξίωσας, ὑπὲρ τοῦ µηδέποτ’ ἐκρυῆναι τῆς µνήµης τὰ λεχθέντα, γραφῆναί τινα αὐτῶν ὑποµνήµατα. κᾀγὼ χαίρων σου τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ, δύο ταῦτα ξυνέθηκα γράµµατα· τὸ µὲν ἕτερον, ἐν ᾧ χρὴ πρότερον γυµνάσασθαι τὸν τεχνωθῆναι βουλόµενον, ἐπιδεικνύον, ὅπερ οἱ παλαιοὶ φιλόσοφοι λέγουσι, τὸ πάσῃ τέχνῃ τὴν σύστασιν ἀπὸ τῆς κατὰ τὸ τέλος ἐννοίας γίγνεσθαι· διῃρέθη δὲ διὰ τὸ µέγεθος εἰς δύο βιβλία· τὸ δ’ ἕτερον καὶ δεύτερον, οὗ νῦν ἀρχόµεθα, δεικνύον, ὅπως ἡ αὐτὴ καὶ µία µέθοδος, ὥσπερ τὰς ἄλλας ἁπάσας τέχνας, οὕτω καὶ τὴν ἰατρικὴν συνεστήσατο. καὶ δὴ ἀρκτέον ἤδη µοι τοῦ λόγου.