2. ᾿Επειδὴ τῶν τεχνῶν ἔνιαι µὲν ἐν µόνῳ τῷ θεωρῆσαι τὴν φύσιν, ὧν ἐπισκοποῦνται πραγµάτων, ἔχουσι τὸ τέλος, ὡς ἀριθµητικὴ, καὶ ἀστρονοµία, καὶ φυσιολογία· τινὲς δὲ πράττουσι µέν τινας πράξεις, ὡς ὀρχηστική τε καὶ κηρυκτικὴ, δεῖξαι δ’ οὐδὲν ἔργον ἑαυτῶν ἔχουσι τοῦ πράττειν παυσάµεναι· τινὲς δ’ ἔµπαλιν τούτων ἐπιδείκνυνται δηµιουργήµατα, καθάπερ οἰκοδοµική τε καὶ τεκτονική· τινὲς δ’ οὐδὲν αὗται δηµιουργοῦσι, ἔργον δ’ αὐταῖς ἐστι καὶ σπού δασµα, θηράσαι τε καὶ κτήσασθαι τῶν ὄντων τι, καθάπερ ἥ τε ἁλιευτικὴ καὶ κυνηγετικὴ, καὶ συλλήβδην εἰπεῖν, ἡ θηρευτικὴ πᾶσα· πρόκειται δέ σοι συστήσασθαι µεθόδῳ τέχνην ἰατρικὴν, ἐπίσκεψαι πρῶτον, ἐκ ποίου γένους ἐστὶ τῶν τεχνῶν· ἆρά γε τῶν θεωρητικῶν ἐστι µία τις, ἢ τῶν πρακτικῶν, ἢ ποιητική τις, ἢ κτητική. τοῦτο δὲ οὐ χαλεπὴν οὔτε τὴν ζήτησιν οὔτε τὴν εὕρεσιν ἔχει. διὸ γὰρ ὅλως ἐπεθύµησας κτήσασθαι τέχνην τοιαύτην, ἀναµνησθῆναί σε χρή. πρῶτον οὖν σε πάντων αὐτὸ τοῦτο ἠρόµην, ἡνίκα ἡµῖν ἡ ἀρχὴ τοῦ τοιούτου ἐγίγνετο γυµνάσµατος, ἀπεκρίνω δέ µοι, βούλεσθαι τοὺς παρὰ φύσιν ἔχοντας ἀνθρώπους τὸ σῶµα, µάλιστα µὲν, εἰ οἷόν τε, πάνυ εἰς τὴν φύσιν ἐπαναγαγεῖν, εἰ δ’ ἄρα τοῦτ’ ἀδύνατον, ἀλλὰ τοῦ γε διαγινώσκειν ἑκάτερον, ὅσοι τε ἰάσιµοι, καὶ ὅσοι µὴ, κτήσασθαί τινα γνῶσιν. ἐπεὶ δὲ ταύτην ἀρχὴν ἔδωκας τῷ λόγῳ, τῶν ποιητικῶν ἔφην σε τεχνῶν ἀποφαίνειν, ἣν συστήσασθαι ποθεῖς, εἴ γε δὴ δεικνύειν ἔχεις τῆς τέχνης τοὖργον, ἤδη τοῦ πράττειν πεπαυµένος. εἰσὶ δὲ δήπου καὶ ἄλλαι πολλαὶ τέχναι ποιητικαὶ, χαλκευτικὴ, σκυτοτοµικὴ, ναυπηγικὴ, τεκτονικὴ, πλαστικὴ, γραφικὴ, καὶ σχεδὸν ὅσος οὐκ ἄλλος ἀριθµὸς ἑτέρου γένους, αἱ ποιητικαὶ τέχναι παρὰ τοῖς ἀνθρώποις εἰσίν. ἣν οὖν ἐπὶ τῶν τοιούτων τεχνῶν ἔµαθες ἐν τῷ πρὸ τούτου γράµµατι, ταύτην ἤδη σοι µεταφέρειν καιρὸς, ἐφ’ ἣν συστήσασθαι σπεύδεις, ἀρχὴν κᾀνταῦθα τῷ λόγῳ τὴν αὐτὴν τιθέµενος, ἣν ἐπ’ ἐκείνων ἁπασῶν ἐτίθεσο, τὴν ἔννοιαν τοῦ τέλους, ἣν ὁπόθεν ἐκτησάµεθα, λέγειν ἤδη καιρός. πρώτη µὲν ἡµῖν ἐγένετο γνῶσις ἡµῶν τε αὐτῶν ὑγιαινόντων, καὶ τῶν ἄλλων ἀνθρώπων. δευτέρα δ’ ἐπὶ ταύτῃ νοσησάντων, ὅθεν περ καὶ ἡ ἐπιθυµία τοῦ θ’ ὑγιαίνειν εἰσῆλθεν ἡµῖν, καὶ τοῦ συστήσασθαί τινα τέχνην ὑγιαστικήν. ἀλλ’ ἐπεί περ ὑγείαν ἐργάζεσθαι βουλόµεθα τοῦ γένους, ἄν τις εἴη µία τῶν ποιητικῶν τεχνῶν, ἣν συστήσασθαι ποθοῦµεν. οὐσῶν δὲ διφυῶν, ὡς ἐδείχθη, τῶν ποιητικῶν, ἐκ τῶν ἐπανορθουµένων ἂν εἴη τὸ ἤδη γεγονὸς, ἣν ζητοῦµεν, οὐκ ἐκ τῶν δηµιουργουσῶν ὃ µήπω πρόσθεν ἦν. ἔνιαι µὲν γὰρ τῶν τεχνῶν αὐτὰ τὰ πράγµατα δηµιουργοῦσιν, ὥσπερ αἱ κατὰ τὴν ὑφαντικὴν καὶ σκυτοτοµίαν· ἔνιαι δὲ ἐπανορθοῦνται τὰ πονήσαντα, καθάπερ αἵ τε τὰ διεῤῥωγότα τῶν ἱµατίων, καὶ τὰ διεσπασµένα τῶν ὑποδηµάτων συῤῥάπτουσαι.