6. ᾿Επειδὴ δὲ κατὰ τοῦτο γέγονεν ὁ λόγος, ἀναµνησθῆναι χρὴ τῆς µεθόδου τὴν δύναµιν. οὔτε γὰρ οἰκίας, οὔτε νεὼς, οὔτε σκίµποδος, οὔτε ἄλλου τῶν ἁπάντων οὐδενὸς, ἑτέρως ἄν τις ἐξετάσειε τὴν κατασκευὴν, εἴτ’ ἄµεµπτός ἐστιν, εἴτε µεµπτὴ, χωρὶς τοῦ τὰ συνθετικὰ διασκέψασθαι µόρια, πόσα τε τὸν ἀριθµόν ἐστι, καὶ πηλίκον ἕκαστον, ὅπως τε διαπέπλεκται, καὶ ὅπως κεῖται·ἀλλ’ ἐν τούτοις ἐστιν ἥ τ’ ἀρετὴ καὶ ἡ κακία τῶν συνθέτων ἁπάντων σωµάτων. ἐν αὐτοῖς δὲ τούτοις ἐδείκνυτο καὶ τὰ πάθη τῆς οἰκίας εἶναι, καὶ τῆς νεὼς, ἤτοι µεγέθει, καὶ διαπλάσει, καὶ ἀριθµῷ, καὶ θέσει τῶν µορίων, εἴπερ γε καὶ ἡ ἀρετὴ καὶ ἡ κακία. σκίµποδος δὲ οὐκ ἐν τούτοις· ἱµατίων δὲ ἄρα ἐν ἄλλοις τισίν· ὑποδήµατος δὲ οὐκ ἐν τοῖς αὐτοῖς. ἐν ἅπασιν οὖν τοῖς ὀργανικοῖς σώµασιν, οἷς οὐσία κατὰ σύνθεσιν, ἐν τέτταρσι γένεσι ἡ ἀρετὴ, καὶ ἡ κακία, καὶ τὸ πάθος ἐστίν. εἰ δὲ καὶ κατὰ φύσιν ἕνωσιν λαµβάνοι τὰ µόρια, πέµπτον τι γένος τοῦθ’ ὑπάρξει τοῖς τοιούτοις σώµασιν, ὥστε τὸν µὲν ἄριστον ἀρίστας ἔχειν τὰς ἐνεργείας, τὸν δὲ µοχθηρότατον χειρίστας. εἰ δὲ καὶ λυθείη τις σύµφυσις, οὐ µεµπτὴ µόνον ἡ τοιαύτη διάθεσις, ἀλλ’ ἤδη καὶ νόσηµά ἐστι. καλείσθω δ’ ἕνεκα σαφοῦς διδασκαλίας τὸ τοιοῦτον γένος ἑνώσεως λύσις, οὐδὲν διαφέρον, εἰ καὶ συνεχείας τις εἴποι λύσιν. ἀλλ’ ὅτι γε καὶ τοῖς ὁµοιοµερέσιν ἐγγίγνεται τὸ πάθος τοῦτο, γιγνώσκεσθαι χρή. καὶ γὰρ ὀστοῦ, καὶ νεύρου, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ σαρκὸς ἐν τῷ νύττεσθαί τε καὶ διαβιβρώσκεσθαι, καὶ τέµνεσθαι, καὶ διασπᾶσθαι, καὶ ῥήγνυσθαι, διαφθείρεται τὸ συνεχές. ἀλλ’ ἐν µὲν ὀστῷ κάταγµα καλεῖται τὸ πάθος· ῥῆγµα δὲ ἐν τοῖς σαρκώδεσι µορίοις τῶν µυῶν ἐκ διατάσεως γιγνόµενον. αἱ δ’ ἶνες ὅταν ὁµοίως ταθεῖσαι ῥαγῶσι, σπάσµα καλεῖται τὸ πάθος. ὡσαύτως δὲ τῷ ῥήγµατι τὸ τραῦµα συνεχείας ἐστὶν ἐν σαρκὶ λύσις, οὐκ ἐκ διατάσεως, ἀλλ’ ἐντοµῆς. εἰ δ’ ὀξὺ καὶ λεπτὸν εἴη τὸ τιτρῶσκον, ὀνοµάζεται νύγµα καὶ νύξις·εἰ δὲ βαρὺ, θλάσµα καὶ θλάσις. τῶν δ’ ἐξ ἀναβρώσεως, ὅσα µὲν ἐν ὀστῷ γίγνεται, τερηδών· ὅσα δὲ ἐν τοῖς ἄλλοις, ἕλκος. ἀλλ’ ὀνοµάζειν µὲν ἐξέστω καὶ ἄλλως. αἱ διαφοραὶ δὲ αἱ σύµπασαι τοιαῦταί εἰσι καὶ τοσαῦται τοῦ πέµπτου γένους τῶν νοσηµάτων, ὅταν ἐν τοῖς πρώτοις συνίστηται µέρεσιν. ἐν ὀργανικοῖς δὲ, ὡς εἴρηται, κατὰ τὰς τῶν ἑτερογενῶν γίγνεται συµφύσεις, καὶ καλεῖται πάντα ἀποσπάσµατα. διαιρεθέντος µέντοι τινὸς ὅλου τῶν ὁµοιοµερῶν, εἴη µὲν ἂν καὶ αὐτοῦ τοῦ διηρηµένου τὸ πάθος, εἴη δ’ ἂν καὶ τοῦ σύµπαντος ὀργάνου, ποτὲ µὲν κατὰ συµβεβηκὸς, ὡς ἐπειδὰν ἤτοι µῦς, ἤ τι τοιοῦτον ἕτερον πάθῃ, ποτὲ δὲ καὶ πρῶτον, ἐπειδὰν σύνδεσµος. ὥσπερ οὖν ἐφ’ ἑνὸς γένους νοσήµατος, ἐν ᾧ τὸ συνεχὲς τῶν µορίων βλάπτεται, τὰς διαφο ρὰς ἐγὼ νῦν ἐπῆλθον, οὕτω καὶ σὺ πειράθητι τῶν ἄλλων τεττάρων γενῶν, ὡσαύτως διελθεῖν. ἀναµιµνήσκειν γὰρ αὐτῶν ἐν τῷδε τῷ λόγῳ περιττὸν ἐδόκει µοι, γεγραµµένων γε ἁπάντων ἀκριβῶς ἐν τῷ περὶ τῆς τῶν νοσηµάτων διαφορᾶς.