3. ᾿Εδείχθη δὲ κᾀπὶ τῆς οἰκοδοµικῆς οὕτως ἔχειν. ἔστι γὰρ οὖν δὴ καὶ ταύτῃ ἔργα διττὰ, γένεσίς τε τῆς οὐκ οὔσης οἰκίας, ἐπανόρθωσίς τε τῆς πεπονθυίας. ἐδείχθη µὲν γὰρ πρὸς ἀµφοτέρας τὰς ἐνεργείας ἀναγκαῖον ὂν τῷ δηµιουργικῷ γιγνώσκειν ἅπαντα τῆς οἰκίας τὰ µόρια, τίνα τε κατὰ τὴν οὐσίαν ἐστὶ, καὶ ὁποῖα κατὰ τὴν διάπλασιν, καὶ πηλίκα τε κατὰ τὸ µέγεθος, ὁπόσα τε τὸν ἀριθµὸν, καὶ ὅπως ἀλλήλοις συγκείµενα. καὶ τοίνυν τῷ συνισταµένῳ τὴν περὶ τὸ σῶµα τέχνην, ἣν ἐν τῷ παρόντι συγχωρείτωσαν ἡµῖν οἱ περὶ ὀνόµατα ἐρίζοντες ὀνοµάζειν ἰατρικὴν, ἀναγκαῖον ἔσται γιγνώσκειν ἕκαστον τῶν ἁπλῶν µορίων, ὁποῖόν τι κατὰ τὴν οὐσίαν ἐστὶ καὶ τὴν διάπλασιν, πηλίκον τε τὸ µέγεθος, ἔτι τε τὸν ἀριθµὸν αὐτῶν ἅπαντα, καὶ τὴν πρὸς ἄλληλα σύνθεσιν.ὥσπερ οὖν ὁ τὴν ἤδη γεγενηµένην οἰκίαν, ὁποία τίς ἐστιν, ἀκριβῶς γνῶναι βουλόµενος ἐξ ἀναλύσεως καὶ διαλύσεως ἐπὶ τὴν διάγνωσιν αὐτῆς ἐπεγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἡµεῖς ἐξ ἀνατοµῆς ἀνθρώπου σῶµα γνωσόµεθα. θεὸς µὲν γὰρ καὶ φύσις, ὡς ὁ πρῶτον οἰκίαν ἐργασάµενος, οὕτω προγιγνώσκουσι τὰ µέρη, τῆς χρείας αὐτοῖς τὸ παράδειγµα γεννώσης· ἡµεῖς δὲ, ὡς ὁ τὴν ἤδη γεγενηµένην οἰκίαν ἱστορῶν. καίτοι καὶ ἡµεῖς εἰ µὴ, καθὼς οἷόν τε, παραπλησίαν θεῷ ποιησαίµεθα τὴν γνῶσιν, ἀδύνατον ἡµῖν ἔσται διαγνῶναι, πότερον ἅπαντα διὰ χρείαν τινὰ γέγονεν, ἢ µάτην ἔνια. καὶ γὰρ ταῦτα ἄµφω δυνατόν ἐστιν ἐπινοεῖν, καὶ πρὸς τούτοις ἔτι πρὸς κακοῦ τινα γεγονέναι. καὶ µέντοι καὶ ἡ γνῶσις ἡ τῶν ἄριστα κατεσκευασµένων σωµάτων ἐντεῦθεν παραγίνεται. ἀλλὰ περὶ µὲν τούτων αὖθις. ἐξ ἀνατοµῆς δὲ τὰ ὁµοιοµερῆ προσαγορευόµενα σώµατα µαθόντες, ὁποῖόν τε τὴν διάπλασιν ἕκαστον αὐτῶν ἐστιν, πηλίκον τε τὸ µέγεθος, ὅσα τε τὰ σύµ παντα, καὶ ὅπως συγκείµενα, τῶν συνθέτων µορίων ἐπιστήµην ἔχοµεν, ἃ δὴ καὶ προσαγορεύοµεν ὀργανικά· τοιοῦτό ἐστι σκέλος, τοιοῦτον χεὶρ, τοιοῦτον δάκτυλος, ὀφθαλµὸς, γλῶττα, πνεύµων, ἧπαρ, ὅσα τ’ ἄλλα τοιαῦτα. καὶ τοίνυν καὶ τὰς ἐνεργείας διττὰς εὑρεῖν ἐστὶ τῶν µορίων, ἑτέρας µὲν τῶν ἁπλῶν τε καὶ ὁµοιοµερῶν, ἑτέρας δὲ τῶν συνθέτων τε καὶ ὀργανικῶν. ἔνεστι γοῦν καὶ τὸ σκέλος ὅλον ἰδεῖν κινούµενον· ἔνεστι δὲ καὶ τῶν ἐν αὐτῷ µυῶν ἕκαστον. καὶ καθ’ ἕκαστόν τε τῶν µυῶν ἐγκάρσιον ὅλως διακοπέντος, κίνησίν τινα διαφθειροµένην τοῦ σκέλους. ἔνεστι δ’ ἱστοροῦντα τὰ κατὰ τὸ σῶµα, καὶ ὅτι τὸ καθῆκον εἰς τὸν µῦν νεῦρον ἐπειδὰν τρωθῇ, πρῶτος µὲν αὐτὸς ὁ µῦς ἀναίσθητός τε καὶ ἀκίνητος γίνεται, σὺν αὐτῷ δὲ καὶ τὸ κινούµενον ἄρθρον. ὅθεν, οἶµαι, καὶ ἀναγκαῖόν ἐστι συνισταµένοις ἡµῖν τὴν τέχνην, οὐ µόνον γνῶναι τὰ µόρια καὶ τὴν σύνθεσιν, ἀλλὰ καὶ τὰς ἐνεργείας αὐτῶν, καὶ ταύτῃ διοίσοµεν οἰκοδοµησάντων. ἐκεῖνοι µὲν γὰρ τὰ µόρια µόνα καὶ τὴν σύνθεσιν ἴσασιν, οὐδὲν γὰρ αὐτῶν ἐνεργεῖ, διότι µηδὲ ζῶόν ἐστιν ἡ οἰκία· ἡµῖν δὲ καὶ τὰς ἐνεργείας ζητητέον ἐστί. ἀρχὴ δὲ κᾀνταῦθα διττὴ ζητήσεως, ἤτοι τῆς ἐνεργείας γνῶσις, καὶ τοῦ µορίου. τῆς ἐνεργείας µὲν, οἷον τοῦ λογίζεσθαι τοῦ µεµνῆσθαι, τοῦ προαιρεῖσθαι. τοῦ µορίου δὲ, οἷον ἐγκεφάλου, καὶ νωτιαίου, καὶ καρδίας. πασῶν οὖν ὧν ἴσµεν ἐνεργειῶν ζητήσωµεν τὰ µόρια, τῶν τε µορίων ἁπάντων τὰς ἐνεργείας. ἡ ζήτησις δὲ πάντως ἡµῖν κᾀνταῦθα διά τινος ἔσται µεθόδου, περὶ ἧς αὖθις σκεψόµεθα.