4. Νυνὶ δ’, ὅτι διττὴ µὲν ἡ τῶν µορίων ἐστὶ φύσις, διττὴ δὲ καὶ ἡ τῶν ἐνεργειῶν, ἤδη λέλεκται, καὶ αὖθις ἀκριβέστερον λεγέσθω. τοῦ σύµπαντος σκέλους ἐνέργεια βάδισίς ἐστι. γίνεται δὲ, τῶν ἐν αὐτῇ διαρθρώσεων ἐναλλὰξ ἀλλήλων ἐκτεινοµένων τε καὶ συγκαµπτοµένων, οἷον αὐτίκα κατὰ γόνυ τῶν µὲν ἔµπροσθεν µυῶν ὑπερβαινόντων τὴν ἐπιγονατίδα, καὶ διὰ τενόντων εἰς τὸ τῆς κνήµης ὀστοῦν ἐµφυοµένων, ἐπειδὰν ἐκεῖ ἐπισπάσωνται τὴν κνήµην, ἡ ἔκτασις γίνεται τοῦ σκέλους· τῶν δ’ ἐντὸς ὁµοίως ἐνεργησάντων ἡ κάµψις. οὕτω καὶ κατ’ ἰσχίον καὶ πόδα καµπτοµένης ἢ ἐκτεινοµένης τῆς διαρθρώσεως, αἱ κινήσεις γίνονται. φαίνεται µὲν οὖν ὁ µῦς ἐναργῶς, ὅταν τοῦ περικειµένου δέρµατος γυµνωθῇ, συναγόµενός τε καὶ ἀνασπώµενος, ὡς ἐπὶ τὴν ἑαυτοῦ κεφαλήν. οὐ µὴν τὸ καθῆκον εἰς αὐτὸν νεῦρον αἰσθητήν τινα κίνησιν κινούµενον φαίνεται, ἀλλ’ ἔοικεν ὁδὸς εἶναι τοῦτο τῆς ἐξ ἐγκεφάλου κατιούσης δυνάµεως. αὐτὸς δ’ ὁ ἐγκέφαλος ὅτι µὲν ἀρχὴ τοῖς νεύροις ἅπασι τῆς τοιαύτης δυνάµεώς ἐστιν, ἐναργῶς ἐµάθοµεν ἐκ τοῦ διαιρεθέντος ὁτουοῦν νεύρου, ἐν µὲν τοῖς ἄνω µέρεσιν, ὃ συνεχές ἐστιν ἐγκεφάλῳ, διασώζειν τὰς ἐνεργείας, ἀπολλύναι δ’ ἐν τοῖς κάτω. πότερον δ’, ὥσπερ αὐτὸς τοῖς νεύροις, οὕτω ἐκείνῳ πάλιν ἕτερόν τι µόριον ἐπιπέµπει τὰς δυνάµεις, ἢ πηγή τις αὐτῶν ἐστιν, ἔτ’ ἄδηλον·ἡ γὰρ τοιαύτη σκέψις ὑπὲρ ἡγεµονικῆς ψυχῆς ἐστιν. ἀλλ’ ἐπανίωµεν, ὅθεν ὁ λόγος ἀπετράπετο. βάδισις µὲν ἡ ἐνέργεια τοῦ σκέλους παντός. ἐξηγεῖται δ’ αὐτῆς τῶν ἐν τοῖς σκέλεσι µορίων τὸ µυῶδες γένος. ὀστᾶ δὲ, καὶ χόνδροι, καὶ πιµελὴ, καὶ ἀδὴν, καὶ ἀρτηρία, καὶ δέρµα, καὶ φλέβες, ὑµένες τε καὶ σύνδεσµοι, τὴν ἀρχὴν τῆς κινήσεως ἔχουσιν ἐκ τῶν µυῶν. πρῶτα µὲν γὰρ ὑπ’ αὐτῶν κινεῖται τὰ ὀστᾶ, τὰ δ’ ἄλλα πάντα τῷ παρακεῖσθαι τοῖς ὀστοῖς ἐν κύκλῳ, σὺν ἐκείνοις κινεῖται. ἡ µὲν οὖν τοῦ ποδὸς κίνησις ἐνέργεια τοῦ µυὸς ἐστίν· ἡ δὲ ὅλου τοῦ σκέλους οὐκ ἔστιν ἁπάντων ἐνέργεια τῶν µορίων αὐτοῦ. καὶ διὰ τοῦτο διττὸν ἔφαµεν εἶναι τῶν ἐνεργειῶν τὸ γένος· ἓν µὲν τὸ πρῶτον καὶ κυριώτατον, ἑκάστου τῶν ἁπλῶν µορίων ἐνεργοῦντος, ἕτερον δὲ κατὰ συµβεβηκὸς, ἢ δευτέρως, ἢ οὐ πρώτως, ἢ ὅπως ἄν τις τῶν ὅλων ὀργάνων ὀνοµάζειν ἐθέλῃ.
5. ᾿Επεὶ δὲ τοῦτο ἡµῖν διώρισται, µετὰ τοῦτο ζητητέον ἐστὶν, ἐκ τίνων µὲν ἡ τῶν ὀργανικῶν µορίων, ἐκ τίνων δὲ ἡ τῶν ἁπλῶν ἐνέργεια συµπληροῦται. καὶ πρῶτόν γε ἀπὸ τῶν ὀργανικῶν ἀρκτέον, ἐπειδὴ σκέλους ἐµνηµονεύσαµεν. εἰ µὴ τοίνυν ᾖ τὰ ὀστᾶ τηλικαῦτά τε καὶ τοσαῦτα, καὶ ὡδί πως διαπεπλασµένα, καὶ ὡδί πως συνταττόµενα, τῶν µυῶν ἡ κίνησις οὐδὲν ἀνύσει. χρὴ γὰρ ἐν ταῖς διαρθρώσεσι τὸ µὲν ὑποδέχεσθαι τῶν ὀστῶν, τὸ δὲ ἐµβαίνειν, τοὺς συνδέσµους δ’ ἔξωθεν ἐν κύκλῳ περιβεβλῆσθαι, σφίγγοντας αὐτῶν τὴν σύνταξιν, ὅπως µὴ παραλλάττῃ· οὐ µὴν οὕτως συντόνους τε καὶ σκληροὺς, ὡς ἀντιπράττειν ταῖς κινήσεσι, οὐ µὴν οὐδ’ οὕτω χαλαροὺς, ὡς παραλλάττειν ἐπιτρέπειν τὰ διαρθρούµενα. φαίνονται τοίνυν καὶ οἱ σύνδεσµοι δεόµενοι µεγέθους τέ τινος, καὶ διαπλάσεως, καὶ ἀριθµοῦ, καὶ συνθέσεως. ἐάν τε γὰρ ἐλάττους ἢ µείζους γίνωνται, ἐάν τε πλείους ἢ ὀλιγώτεροι τοῦ δέοντος, ἄν τ’ ἐν ἑτέρῳ σχήµατι, καὶ καθ’ ἕτερον ἐµφυόµενοι χωρίον, οὐκ ἔτ’ ἄµεµπτος ἡ τῆς διαρθρώσεως γίνεται κίνησις. ὥσπερ οὖν ἐπὶ συνδέσµων τε καὶ ὀστῶν καὶ µυῶν εἴρηται νῦν, οὕτως ἐπὶ πάντων προσήκει διασκέψασθαι, τῆς ἐνεργείας τε πέρι καὶ τῆς χρείας. εἰ µὲν γὰρ εὑρίσκοντο µόριον µηδὲν ἀργὸν ἐνεργείας ἢ χρείας, ἀλλὰ κατὰ τὴν οὐσίαν τὴν ἑαυτοῦ καὶ τὸ µέγεθος, ἔτι τε τὴν διάπλασίν τε καὶ τὴν σύνταξιν ἄριστα κατεσκευασµένον, οἷόν περ ἐστὶ, φυλακτέον αὐτό·διηµαρτηµένον δὲ κατά τι, πρὸς τὸ βέλτιον ἀκτέον. ὅπερ οὐχ οἷόν τε ποιῆσαι, πρὶν τὴν ἐνέργειαν καὶ τὴν χρείαν καὶ τὴν κατασκευὴν ἑκάστου γνῶναι τῶν µορίων. ζητητέον οὖν αὐτὰ, καὶ οὐκ ἀποκνητέον, εἰ µέλλοιµεν ἕξειν ἐπιστήµην ὑγιεινοῦ καὶ νοσεροῦ σώµατος.