3.7.30. ἐν τούτοις ὁ ποιητὴς ἐναργῶς ἐνδείκνυται τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν μέρος ὑπάρχειν ἐν ἥπατι. “διότι γάρ,” φησίν, “ἐπεθύμησεν ὁ Τιτυὸς ὑβρίσαι τὴν Λητώ, διὰ τοῦτο γῦπες αὐτοῦ κείρουσι τὸ ἧπαρ”, ὡς εἰς αὐτὸ μάλιστα τιμωρούμενοι τὸ κατάρξαν τῆς ὕβρεως.
3.7.31. ἀλλ’ ἐνταῦθα μὲν ἐπαινῶ τὸν Χρύσιππον ἑκόντα σιωπήσαντα τὸ καταβάλλον αὐτοῦ τὴν δόξαν.
3.7.32. ἐν οἷς δ’ ἤτοι περαίνει μηδὲν ἢ καθ’ ἑαυτοῦ καλεῖ τοὺς μαρτυρήσοντας, ἐνταῦθα νομίζω μὴ συνιέναι τῶν ἀκολουθούντων τε καὶ μαχομένων ἀλλήλοις πραγμάτων, ὥσπερ γε κἀν τοῖς ἑξῆς τῶν προγεγραμμένων, ἐν οἷς φησι˙ “καὶ τὰ τῶν ὀργιζομένων δὲ πάθη περὶ τὸν θώρακα φαίνεται γινόμενα καὶ τὰ τῶν ἐρώντων, ὥστε καὶ τὴν ἐπιθυμίαν μάλιστα γίνεσθαι περὶ τούτους τοὺς τόπους”.
3.7.33. ἐφ’ ἑκάστῃ τῶν τοιούτων ῥήσεων ἐπιφθέγγεσθαι προσήκει, “τί οὖν, ὦ Χρύσιππε, τοῦτο πρὸς τὸ λογιστικόν, ὑπὲρ οὗ ζητοῦμεν;” οὐ γὰρ δὴ περὶ τῶν ὀργιζομένων ἢ ἐπιθυμούντων ἡ ἀμφισβήτησις ἦν, εἰ κατὰ τὸν θώρακά τε καὶ περὶ τὸν θώρακα τοῖς οὕτως ἔχουσι κινεῖται τὰ πάθη, ἀλλ’ εἰ καὶ τὸ λογιζόμενον ἐνταῦθά ἐστιν.
3.7.34. ἐφεξῆς δὲ τούτων τάδε γράφει˙ “εὖ μάλα δὲ παριστᾶσι τὸ λεγόμενον, ὡς ἔφην, καὶ αἱ ἐν αὑτοῖς γινόμεναι μελέται καὶ ῥήσεων καὶ τῶν παραπλησίων. ἐν ᾧ γὰρ ταῦτα πάντα συντελεῖται, πάντως εὔλογον ἐν ἐκείνῳ καὶ τὴν τοῦ λόγου διέξοδον γίνεσθαι καὶ λέγειν ἡμᾶς καὶ διανοεῖσθαι κατ’ ἐκεῖνο.”
3.7.35. ἀληθῆ ταῦτα γράφεις, ὦ Χρύσιππε. καθ’ ὃ γὰρ ἐν ἑαυτοῖς μελετῶμεν ἢ καὶ μετὰ σιγῆς διεξερχόμεθα διανοούμενοι, τοῦτο ἔστι τὸ λογιζόμενον.
3.7.36. ἀλλὰ πότερον ἐγκέφαλος ἢ καρδία τὸ διανοούμενόν ἐστιν, ὃ ἀπ’ ἀρχῆς ἐζητοῦμεν, ἐχρῆν ἀποδεῖξαί σε καὶ μὴ τὸ πρῶτον λῆμμα λαβόντα πρὸς ἁπάντων ὁμολογούμενον ἡγεῖσθαί τι παρ’ αὐτοῦ πλέον ἕξειν εἰς τὴν τῶν ζητουμένων εὕρεσιν.
3.7.37. οὐδεὶς γοῦν ἐστιν ὃς οὐχ ὁμολογήσει καθ’ ὃ σκεπτόμεθα καὶ διαλεγόμεθα κατὰ τοῦτο τὸ μόριον εἶναι τὸ τῆς ψυχῆς ἡγεμονικόν.
3.7.38. ἀλλ’ οὐ τοῦτ’ ἦν τὸ ζητούμενον, ἀλλ’ εἰ καρδία τοῦθ’ ὑπάρχει τὸ μόριον, ὅπερ οὐκ ἀπέδειξας, εἰ μή τινας ἄρα φῂς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν λογιζομένους.
3.7.39. ἀλλ’ ἐν ἀρχῇ γε τοῦ λόγου παντὸς ἔφησθα κατὰ λέξιν ὧδε· “οὕτω φαίνεται διαφεύγειν ὁ τόπος ἡμᾶς οὔτε αἰσθήσεως ἐκφανοῦς γινομένης, ὅπερ ἐπὶ τῶν λοιπῶν συντέτευχεν, οὔτε τῶν τεκμηρίων δι’ ὧν ἄν τις συλλογίσαιτο τοῦτο· οὐδὲ γὰρ ἂν ἐπὶ τοσοῦτον ἡ ἀντιλογία προῆλθε καὶ ἐν ἰατροῖς καὶ ἐν φιλοσόφοις”.
3.7.40. ὁ ταῦτ’ εἰπὼν Χρύσιππος εἰ πάλιν ἐν ταὐτῷ βιβλίῳ φάσκοι τῶν διαλογισμῶν ἡμᾶς αἰσθάνεσθαι κατὰ τὴν καρδίαν γινομένων, οὔθ’ ἑαυτοῦ δόξει μεμνῆσθαι καὶ καταψεύδεσθαι τῶν ἐναργῶν.
3.7.41. οὐ μὴν τοιοῦτός γ’ ὁ ἀνήρ, ὥστ’ οὐκ ἂν εἴποι δι’ αἰσθήσεώς τινας ἐπιγινώσκειν ἐν τῇ καρδίᾳ τῶν προειρημένων ἕκαστον γινόμενον. καὶ μὴν εἰ μὴ δι’ αἰσθήσεως, ἀλλὰ δι’ ἀποδείξεώς τινος, ἡδέως ἂν ἀκούσαιμεν αὐτῆς.
3.7.42. ἐμοὶ μὲν δὴ δοκεῖ τῷ περὶ τῆς φωνῆς λόγῳ καὶ νῦν προσχρῆσθαι. τεκμαίρομαι δὲ καὶ ἐκ τῶν ἐπιφερομένων· “ἀπὸ γὰρ τῆς διανοίας” φησὶ “δεῖ λέγειν καὶ ἐν ἑαυτῷ λέγειν [ἢ φωνὴν διεξιέναι] καὶ διανοεῖσθαι καὶ ἐν ἑαυτοῖς φωνὴν διεξιέναι καὶ ἐκτὸς ἐκπέμπειν”.
3.7.43. ὁμολογούμενον γάρ τι λαμβάνων ὡς τοῦ αὐτοῦ μορίου τὸ λέγειν εἴη καὶ τὸ ἐν ἑαυτῷ λέγειν, εἶτα προσλαμβάνων αὐτῷ τῆς καρδίας ἔργον εἶναι τὸ λέγειν, ἐξ ἀμφοῖν ἔχει περαινόμενον ἐν τῇ καρδίᾳ γίνεσθαι τὸ ἐν ἑαυτῷ λέγειν.
3.7.44. ἀλλ’ ἡμεῖς γε κατὰ τὸ πρὸ τούτου γράμμα τὸν ὑπὸ τοῦ Ζήνωνος ἐρωτηθέντα λόγον ὑπὲρ τοῦ τὴν φωνὴν ἀπὸ τῆς καρδίας ἐκπέμπεσθαι μοχθηρὸν ἐπεδείξαμεν, ὥστε καὶ ὁ νῦν ἐρωτώμενος ὑπὸ τοῦ Χρυσίππου λόγος ἅμα ἐκείνῳ συνανῄρηται.
3.7.45. ἐπισκεψώμεθα οὖν ἤδη τὸν ἑξῆς˙ “οἰκείως δὲ τούτῳ καὶ οἱ στεναγμοὶ ἐντεῦθεν προΐενται.” καὶ τοὺς στεναγμούς, ὦ Χρύσιππε, καὶ τὰς φωνὰς ἐκ τοῦ θώρακος μὲν φήσομεν ἐκπέμπεσθαι καὶ τοῦ πνεύμονος, οὐ μὴν [οὐδ’] ἐκ τῆς καρδίας, ὥσπερ οὐδὲ τὰς φωνάς.
3.7.46. ἀποδέδεικται γὰρ ἡμῖν ὑπὲρ ἑκάστου τούτων ἐν ἑτέροις οὐχ ἁπλῶς οὐδ’ ὥσπερ ὑπὸ σοῦ νῦν οὐδεμίαν ἀπόδειξιν προσθέντος.
3.7.47. ἐφεξῆς δὲ τοῖσδε πλῆθος ἐπῶν ὁ Χρύσιππος γράφει τῶν πλείστων ἑαυτῷ μαχομένων, ὡς ἔμπροσθεν ἔδειξα.
3.7.48. τὰ δὲ μεταξὺ τῶν ἐπῶν ἐστι μὲν ὀλίγιστα, περιέχεται δέ τις <καὶ> κατὰ ταῦτ’ ἐναντιολογία τοῦ Χρυσίππου πρὸς ἑαυτόν, ἣν ἐν τῷ μετὰ τοῦτ’ ἐπιδείξω βιβλίῳ καθ’ ὃ περὶ τῶν τῆς ψυχῆς παθῶν ἔγνωκα ποιήσασθαι τὸν λόγον.
3.7.49. ἐν δὲ τῷ παρόντι τῶν ῥήσεων αὐτῶν ἐπιμνησθήσομαι μόνων ἐχουσῶν ὧδε˙ “ὁ δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάγων ὡς ταὐτὸν αὐτά, καθάπερ καὶ δεῖ ποιῆσαι”.
3.7.50. φανερῶς γὰρ ἐνταῦθα συγχωρεῖ μὲν ἕτερόν τι παρὰ τὸ λογιστικὸν εἶναι τό τε θυμοειδὲς καὶ τὸ ἐπιθυμητικόν, ἐν δὲ τῇ καρδίᾳ κατῳκίσθαι φησίν, ὅπερ ᾿Αριστοτέλους ἐστίν, οὐ τῶν Στωϊκῶν δόγμα.
3.7.51. καὶ διὰ τῶν ἑξῆς δὲ προειπὼν ἐν οἷς ὁ ποιητὴς ἐν τῇ καρδίᾳ τὸ λογιζόμενον ὑπάρχειν ἀποφαίνεται, μετὰ ταῦτ’ ἐπιφέρει˙ “ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα διὰ τούτων ἐμφαίνει˙