Читаем Сочинения. Том 3 полностью

˝ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν῞Ηφαιστον τέχνῃσιν ἄνευ Διὸς αἰγιόχοιο,ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων.3.8.12. αὐτὰρ ὅ γ’ ᾿Ωκεανοῦ καὶ Τηθύος ἠυκόμοιοκούρην νόσφ’ ῞Ηρης παρεδέξατοκαλλιπαρῄου, ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν.συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν,δείσας μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.3.8.13. τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίωνκάππιεν ἐξαπίνης. ἡ δ’ αὐτίκα Παλλάδ’ ᾿Αθήνηνκύσατο·τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσι<ν> ποταμοῖο.Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖαἧστο, ᾿Αθηναίης μήτηρ, τέκταινα δικαίων,πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων.3.8.14. ἔνθα θεὰν παρέδεκτο Θέμιν· παλάμαις περὶ πάντωνἀθανάτων ἐκέκασθ’ <οἳ> ᾿Ολύμπια δώματ’ ἔχουσιν,αἰγίδα ποιήσασα φοβέστρατον ἔντος ᾿Αθήνῃ·σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχε’ ἔχουσαν.˝”

3.8.15. ταῦτα προειπὼν ὁ Χρύσιππος ἑξῆς αὐτοῖς συνάπτων τάδε γράφει˙ “τὰ μὲν οὖν περὶ τῆς ᾿Αθηνᾶς λεγόμενα τοιαῦτά ἐστιν, ἄλλου τινὸς συμβόλου ποιοῦντ’ ἔμφασιν.

3.8.16. πρῶτον μὲν γὰρ ἡ Μῆτις λέγεται ὡσανεί τις φρόνησις καὶ περὶ τῶν κατὰ τὸν βίον τέχνη, ᾗ τὰς τέχνας δεῖ καταπίνε-σθαι καὶ ἐναποτίθεσθαι, καθ’ ὃν λόγον καὶ τὰ λεγόμενά τινας καταπίνειν φαμέν, διὰ δὲ τὴν κατάποσιν συνηκολουθηκότως λέγεται καὶ εἰς τὴν κοιλίαν ἀποτίθεσθαι αὐτά.

3.8.17. μετὰ ταῦτα τὴν καταποθεῖσαν τοιαύτην τέχνην τίκτειν εὔλογον ἐν αὐτοῖς παραπλησίαν τῆς τικτούσης μητρός· πρός τε τούτοις τὰ ὑπὸ τῶν ἐπιστημῶν τικτόμενα ἐν αὐτοῖς· πῶς δ’ ἂν ἐκπορεύοιτο καὶ διὰ τίνος μάλιστα, πάρεστι σκοπεῖν.

3.8.18. φανερὸν γὰρ ὅτι λόγῳ ἐκφέρεται διὰ τοῦ στόματος κατὰ τὴν κεφαλήν, ἐξ ἴσου οὕτως τῆς κεφαλῆς λεγομένης ὃν τρόπον προβάτου κεφαλὴ λέγεται καὶ τὰς κεφαλὰς ἀφαιροῦσί τινων, καθ’ ὃν λόγον παραγινόμενον καὶ ἐκ τῆς κορυφῆς λέγε-ται γενέσθαι, τῶν τοιούτων παραλλαγῶν κατὰ σύμβολον γι-νομένων πλειόνων.

3.8.19. καὶ χωρὶς δὲ τῆς ἱστορίας ταύτης ἀπ’ αὐτοῦ μόνον τοῦ γενέσθαι ταύτην κατὰ τὴν κεφαλὴν τὰ παραπλήσια <ἄν> τις λέγοι˙ οὐ γὰρ ἐν τῇ κεφαλῇ φησιν αὐτὴν γενέσθαι, εἰ μή τινες διαστρέφοντες ἢ παραλ<λ>άττοντες τὸν λόγον ἐξελθεῖν ταύτῃ γινομένην ἄλλως ἔροιντο˙ ὥστε μᾶλλον καὶ τοῦτο σύμβολον πρὸς τὸν ἕτερον εἶναι, ὡς ἔφην. τὰ γὰρ ἐν αὐτοῖς γινόμενα τεχνικὰ κατὰ τὴν κεφαλὴν ἐξιόντα μάλιστα ἀποσημαίνει τὸν προειρημένον λόγον”.

3.8.20. αὕτη μὲν ἡ τοῦ Χρυσίππου ῥῆσις. ἐπεὶ δ’ ἐστὶ πάνυ μακρὰ καὶ διὰ τοῦτ’ ἴσως τινὲς οὐκ ἀκριβῶς αὐτῆς ἅπαντα τὸν νοῦν καταμανθάνουσιν, ἐγὼ πειράσομαι διὰ βραχέων εἰπεῖν ἃ βούλεται δηλοῦν.

3.8.21. οὐ μάχεταί μοι, φησίν, ὁ μῦθος λέγων ἐκ τῆς τοῦ Διὸς κεφαλῆς γεγεννῆσθαι τὴν ᾿Αθηνᾶν φρόνησιν ὑπάρχουσαν.

3.8.22. οὐ γὰρ αὐτὸ τοῦτο μόνον εἴρηται κατ’ αὐτόν, ἀλλ’ ὅτι καταπιὼν τὴν Μῆτιν ὁ Ζεὺς καὶ ὥσπερ ἐγκύμων ἐξ αὐτῆς γενόμενος τὴν γεννηθεῖσαν ἐν αὑτῷ κόρην ἀπεκύησε διὰ τῆς κεφαλῆς.

3.8.23. εἰρῆσθαι δ’ οὕτω φησὶ τὰ κατὰ τὸν μῦθον, ἐπειδὴ τὰς τέχνας ἁπάσας ἐν τῇ καρδίᾳ συνισταμένας διὰ τὸν λόγον εἰς τὸ φανερὸν ἐκφερόμενοί τινες λόγοι διὰ τῆς κεφαλῆς ἐξιᾶσιν.

3.8.24. ἔστι γὰρ καὶ τὸ στόμα τῆς κεφαλῆς μόριον. οὐ γὰρ τὸ τετριχωμένον μόνον ἀλλὰ καὶ τὸ μετὰ τὸν τράχηλον ἄνωθεν ἅπαν ὀνομάζεσθαι κεφαλήν, καθ’ ὃ σημαινόμενον ἀποτμηθῆναί τινος λέγομεν τὴν κεφαλήν.

3.8.25. εἰ δὲ μὴ διὰ τοῦ στόματος τοῦ Διός, ἀλλ’ ἐκ τῆς κορυφῆς ἐμυθολόγησεν ἐξεληλυθέναι τὴν ᾿Αθηνᾶν, οὐδὲν ἄτοπον εἶναί φησι τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων.

3.8.26. ἐν τούτοις τοῖς λόγοις ὁ Χρύσιππος τὰ μὲν ἄλλα πιθανῶς τε ἅμα καὶ εὐμηχάνως ἐξηγεῖται τοῦ μύθου προσαρμόττων αὐτὸν τῷ Στωϊκῷ δόγματι· τὸ δὲ συνέχον τε καὶ κυ-ριώτατον τοῦ λόγου παντός, ὑπὲρ οὗ δίκαιον ἦν ἀγωνίσασθαι, μάλιστα διὰ ταχέων παρέδραμεν ὡς κἀν τοῖς πρόσθεν ἐποίησεν ἐξηγούμενος ὅπως οἱ πολλοὶ λέγουσι τοὺς μὲν οὐκ ἔχειν, τοὺς δ’ ἔχειν ἐγκέφαλον.

3.8.27. ὡς γὰρ ἐν ἐκείνοις αὐτὸ τὸ ζητούμενον τάχιστα παρῆλθεν ἐν τοῖς ἔξωθεν αὐτοῦ μηκύνας ἐπὶ πλεῖστον, οὕτω κἀνταῦθα τὸ συνέχον αὐτὸ τοῦ λόγου διὰ ταχέων παρέδραμεν ἀρκεσθεὶς εἰπεῖν διὰ τοῦτ’ ἐκ τῆς κορυφῆς γεγεν<ν>ῆσθαι τὴν ᾿Αθηνᾶν, οὐκ ἐκ τοῦ στόματος, “τοιούτων παραλλαγῶν κατὰ σύμβολον γινομένων πλειόνων”.

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука