3.8.28. ἐχρῆν γὰρ αὐτὸν ἢ μηδ’ ὅλως ἧφθαι τοῦ μύθου μηδέν γ’ ἀναγκαῖον ἔχοντος ἀνδρὶ φιλοσόφῳ πρὸς ἀπόδειξιν δόγματος, ἢ ἁπτόμενον, ὅπερ ἦν μάλιστα τὴν ἀντιλογίαν συνέχον, ἀκριβῶς ἅπαν διεξελθεῖν, εἰ καὶ πλειόνων ἔχρῃζε λόγων, οὐκ ὀκνήσαντα τοὺς πολλοὺς προσγράψαι.
3.8.29. βουλόμενος δ’ ἄν τις οἶμαι καὶ τοὺς τοιούτους ἑτέρως ἐξηγεῖσθαι πολλὰς ἐπιχειρημάτων ἀφορμὰς ἐκ τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων δύναιτο λαμβάνειν, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς ἑξῆς ἀναγκαῖον ἔσται διελθεῖν ἐπειδὰν περὶ τοῦ ψυχικοῦ πνεύματος ὁ λόγος ἡμῖν γίγνηται, διὰ βραχέων δ’ ἂν καὶ νῦν αὐτὰ μόνον εἴποιμι τὰ κεφάλαια τῶν μελλόντων ἀποδειχθήσεσθαι.
3.8.30. ὥσπερ γὰρ αὐτὸ τὸ σῶμα τῆς καρδίας ἐξ ἑαυτοῦ διαστελλόμενόν τε καὶ συστελλόμενον ἐν μέρει τὰς ὕλας τε ἕλκει καὶ αὖθις ἐκπέμπει, κατὰ τὸν αὐτὸν τρόπον ὁ ἐγκέφαλος ἐπειδὰν προέληται τοῦ περιεχομένου κατὰ τὰς ἑαυτοῦ κοιλίας πνεύματος, ὃ δὴ καὶ ψυχικὸν ὀνομάζομεν, ἐπιπέμψαι τινὶ μορίῳ, τὴν εἰς τοῦτ’ ἐπιτήδειον κίνησιν κινηθεὶς οὕτως ἐπιπέμπει.
3.8.31. γένεσις δὲ τῷ πνεύματι τῷδε τῷ κατὰ τὰς κοιλίας αὐτοῦ τάχα μέν τις ὀλίγη καὶ ἐκ τῶν εἰς αὐτὰς περαιουμένων γίγνεται φλεβῶν, τὴν πλείστην δὲ καὶ κυριωτάτην αἱ κατὰ τὸ δικτυοειδὲς πλέγμα τὸ κατὰ τὴν τοῦ ἐγκεφάλου βάσιν ἀρτηρίαι χορηγοῦσιν, αἵτινες ἀπὸ τῆς καρδίας ἀναφέρονται.
3.8.32. ὥστ’ εἴ τις βούλοιτο τοῖς ἀληθέσι συνάπτειν τὸν μῦθον, ἐν τοῖς κάτω μέρεσι κυηθεῖσαν τὴν φρόνησιν, τουτέστι τὸ πνεῦμα τὸ ψυχικόν, ἐν τῇ κεφαλῇ φήσει τελειοῦσθαι καὶ μάλιστά γε κατὰ τὴν κορυφήν, ὅτι κατὰ ταύτην ἐστὶν ἡ μέση καὶ κυριωτάτη τῶν ἐγκεφάλου κοιλιῶν.
3.8.33. ἐγὼ μὲν οὖν, ὥσπερ ὁ Πλάτων αὐτὸς εἶπε, “τὰ τοιαῦτα” πάντα μυθολογήματα “ἄλλως μὲν χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός, κατ’ ἄλλο μὲν οὐδέν, ὅτι δ’ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν ῾Ιπποκενταύρων εἶδος ἐπανορθοῦσθαι καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δ’ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων, αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.”
3.8.34. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀνεγνωκότα τὸν Χρύσιππον ἀποκεχωρηκέναι τῶν μύθων καὶ μὴ κατατρίβειν τὸν χρόνον ἐξηγούμενον αὐτῶν τὰς ὑπονοίας. ἂν γὰρ ἅπαξ εἰς τοῦτ’ ἀφίκηταί τις, ἀνάριθμον πλῆθος ἐπιρρεῖ μυθολογημάτων, ὥσθ’ ὅλον ἀπολέσει τὸν βίον εἴ τις ἐπεξέρχοιτο πάντα.
3.8.35. ἄμεινον δ’ ἦν οἶμαι τὸν ἀληθείας ὄντως ἐφιέμενον ἄνδρα μὴ τί λέγουσιν οἱ ποιηταὶ σκοπεῖν, ἀλλὰ τῶν ἐπιστημονικῶν λημμάτων ὑπὲρ ὧν ἐν τῷ δευτέρῳ γράμματι διῆλθον ἐκμαθόντα τὴν τῆς εὑρέσεως ὁδὸν ἐφεξῆς μὲν ἀσκῆσαί τε καὶ γυμνάσασθαι κατὰ ταύτην, ὅταν δ’ ἱκανῶς ἤδη τὰ κατὰ τὴν ἄσκησιν αὐτῷ προήκῃ τηνικαῦτα ἀφικόμενον ἐφ’ ἕκαστον τῶν προβλημάτων ἐπισκέπτεσθαι περὶ τῶν εἰς τὰς ἀποδείξεις αὐτοῦ λημμάτων, τίνα μὲν ἐξ αἰσθήσεως ἁπλῆς, τίνα δ’ ἐξ ἐμπείριας ἤτοι τῆς κατὰ τὸν βίον ἢ τῆς κατὰ τὰς τέχνας, τίνα δὲ ἐκ τῶν πρὸς νόησιν ἐναργῶν χρὴ λαβόντα περαίνειν ἐξ αὐτῶν ἤδη τὸ προκείμενον.
3.8.36. εἰ ταύτην τὴν ὁδὸν ὁ Χρύσιππος ἐτράπετο παρελθὼν τὴν κατὰ τοὺς μύθους τε καὶ τὰς ἐτυμολογίας ἀνανεύσεις τε καὶ κατανεύσεις κεφαλῆς καὶ χειρῶν κινήσεις καὶ χειλῶν σχήματα καὶ ποιητῶν μαρτυρίας ἅμα γυναιξὶ καὶ τοῖς ἄλλοις ἰδιώταις, αὐτὸς ἂν εὕρισκε τἀληθὲς ἡμῶν τε τὸν χρόνον οὐκ ἂν ἀπώλλυεν ἐπιδεικνύντων αὐτῷ μηδὲ ἐν οἷς ἐπικαλεῖται μάρτυσι μηδὲ ἐν τούτοις τι πλέον ἔχοντι.
3.8.37. καὶ γὰρ οἱ ποιηταὶ τὰ πλείω κατὰ τῶν δογμάτων αὐτοῦ λέγουσι καὶ οἱ μῦθοι καὶ οἱ ἰδιῶται καὶ τῶν ἄλλων ἕκαστος, οὓς ὡς ἑαυτῷ μαρτυροῦντας ἐν τῷ προτέρῳ περὶ ψυχῆς ἔγραψε.
3.8.38. ταῦτ’ ἐστὶν ἃ παραλελοίπειν ἐγὼ κατὰ τὸ πρὸ τούτου βιβλίον ὧν εἰρήκει Χρύσιππος ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ λόγῳ, νομίζων εἰ κἀκεῖνος οὐκ ᾐδέσθη πλεονάζειν ἐν αὐτοῖς, ἐμοὶ γοῦν προσήκειν ἀποχωρῆσαι τῆς τοιαύτης ἀδολεσχίας.
3.8.39. ἐπεὶ δ’, ὡς ἔφην, ἔδοξε τῶν ἑταίρων τισὶ<ν> ὑπὸ φιλοτιμίας κινηθεῖσιν ἐπιμνησθῆναί με καὶ τῶν τοιούτων λόγων, ἐκείνοις χαριζόμενος ἔγραψα καὶ τουτὶ τὸ βιβλίον, ὅσον οἷόν τ’ ἦν ἐμοί, μετὰ τοῦ διὰ ταχέων παρέρχεσθαι τὰ περιττῶς ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα, καὶ τῶν χρησίμων τῇ προκειμένῃ πραγματείᾳ προ<σ>τιθεὶς οὐκ ὀλίγα.
Книга третья
3.1.1. В первой книге было показано, что не только философам, но и врачам, сознательно относящимся к своему искусству, необходимо исследовать управляющие нами силы: сколько родов их существует, какова каждая из них и в каком органе животного более всего помещается.
3.1.2. Немало было сказано в первой книге и о том, что это наилучшим образом показано Платоном и Гиппократом; наиболее тщательно я разобрал это во второй книге, изложив различие всех посылок, которыми воспользовались наиславнейшие из философов для выдвинутого ими учения.
3.1.3. Необходимо, как мне кажется, еще раз напомнить о них, добавив таким образом недостающее.