Читаем Сочинения. Том 3 полностью

3.7.52. εἶτ’ ἐφεξῆς· “ὅτι δὲ τὸ θυμοειδὲς [εἰ] ἐνταῦθά πού ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα

˝῞Ηρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα˝

καὶ <ἔτι

˝καὶ> χόλος, ὅς τ’ ἐφέηκε πολύφρονά περ χαλεπῆναι.˝”

3.7.53. ἐν τοῖς τοιούτοις ἅπασιν ὁ Χρύσιππος ὁμολογεῖ δυνάμεις τινὰς εἶναι τῆς ψυχῆς τήν τε θυμοειδῆ καὶ τὴν ἐπιθυμητικὴν ἑτέρας τῆς λογιστικῆς. ἀλλὰ περὶ μὲν τούτων ὡς ἔφην ἐν τῷ τετάρτῳ διαλέξομαι γράμματι.

3.7.54. τὰ δ’ ὑπόλοιπα τῶν κατὰ τὸ Χρυσίππου βιβλίον ἐπιδραμὼν ἐνταῦθά που καὶ αὐτὸς ἤδη καταπαύσω τὸν ἐνεστῶτα λόγον.

3.7.55. μετὰ δὴ τὸ πλῆθος τῶν ἐπῶν ἐφεξῆς ὁ Χρύσιππος περί τε φωνῆς καὶ λόγου καὶ νεύρων ἀρχῆς ὅσα τε τούτοις συνέζευκται διῆλθεν, ἃ δὴ καὶ μόνα τῶν κατὰ τὸ βιβλίον ἔπρεπεν ἀνδρὶ φιλοσόφῳ, περὶ ὧν καὶ ἡμεῖς ἐν τῷ πρὸ τούτου λόγῳ διεληλύθαμεν ὑπερβάντες τὰ περιττῶς ἠδολεσχημένα.

3.8.1. Νυνὶ μέντοι κατὰ τοῦτο τὸ βιβλίον, ἐπειδὴ καὶ ταῦτ’ ἔδοξε προσθεῖναι τά τ’ ἄλλα τὰ προηγούμενα διῆλθον, ἑξῆς [τε] προσθήσω τὸν περὶ τῆς ᾿Αθηνᾶς λόγον.

3.8.2. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι τοιάδε λέγει˙ παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα πώς ἐστιν·

3.8.3. “ἀκούω δέ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος.

3.8.4. τὸ γὰρ τὴν ᾿Αθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύμβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί˙ πιθανοῦ μέν τινος ἐχόμενοι, διαμαρτάνοντες δ’ ὡς ἐμοὶ φαίνεται καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι.

3.8.5. φασὶ δ’ οἱ μὲν οὕτως ἁπλῶς ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον, [ὁ δὲ ῾Ησίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις] τινῶν μὲν ἐν ταῖς θεογονίαις γραφόντων τὴν γένεσιν αὐτῆς πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμι-δι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς·

3.8.6. <ὁ δὲ ῾Ησίοδος ἐπὶ πλέον λέγει ἐν ταῖς θεογονίαις> ὡς ἄρα γενομένης ἔριδος τῷ Διὶ καὶ τῇ ῞Ηρᾳ γεννήσειεν ἡ μὲν ῞Ηρα δι’ ἑαυτῆς τὸν ῞Ηφαιστον, ὁ δὲ Ζεὺς τὴν ᾿Αθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ’ αὐτοῦ.

3.8.7. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς ᾿Αθηνᾶς γένεσις κατ’ ἀμφοτέρους τοὺς λόγους ἐστίν˙ διαφέρουσι δ’ ἐν τῷ πῶς ταῦτα συνετελέσθη, πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος <τοῦ> τοιούτου.

3.8.8. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστηκότα. λέγεται δ’ ἐν μὲν τῇ Θεογονίᾳ οὕτως·

3.8.9. “Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν,πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.ἀλλ’ ὅτε δή ῥα ἔμελλε θεὰν γλαυκώπιδ’ ᾿Αθήνηντέξεσθαι, τότ’ ἔπειτα δόλῳ φρένας ἐξαπατήσαςαἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν˙ὥς οἱ συμφράσ<σ>αιτο θεὰ ἀγαθόν τε κακόν τε.”

3.8.10. εἶτα προελθών φησιν οὕτως·

“αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ ᾿Αθήνην,δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην,πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε.”

στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν.

3.8.11. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ τοι-αῦτ’ ἐστὶ τὰ λεγόμενα·

Перейти на страницу:

Похожие книги

Самоанализ
Самоанализ

Карен Хорни (1885-1952) известна не только как яркая представительница неофрейдизма (направления, возникшего вследствие возрастающей неудовлетворенности ортодоксальным психоанализом), но и как автор собственной оригинальной теории, а также одна из ключевых фигур в области женской психологии. Она единственная женщина-психолог, чье имя значится в ряду основателей психологической теории личности. В своей работе «Невротическая личность нашего времени» (1937), ознаменовавшей отход от классической фрейдовской теории, она сосредотачивается не на прошлых, а на существующих в данный момент конфликтах личности и включает в сферу своего внимания социальные и культурные факторы развития неврозов. Книга «Самоанализ» (1942) стала первым руководством по самоанализу, предназначенным помочь людям самостоятельно преодолевать собственные проблемы. Для психологов, психотерапевтов, социальных работников, педагогов и всех интересующихся вопросами психологии и развития личности.

Karen Horney , Антон Олегович Калинин , Карен Хорни , Л. Рон Хаббард , Рон Лафайет Хаббард

Медицина / Психология и психотерапия / Самосовершенствование / Психология / Эзотерика / Образование и наука