5. Τί ποτ’ οὖν δόξαν αὐτῷ νῦν ἐπελάθετο τοῦ τέµνειν ἕκαστον τῶν ἄλλων εἰς τὰς οἰκείας διαφοράς, ὅς γε “καὶ περὶ τοῦ τῶν ἀχύρων ἐξαπτοµένου πυρός, ᾧ χρῆσθαι τοῖς τὸν χρυσὸν ἐργαζοµένοις ἔθος, οὐδεµίαν εἶναι νοµίζει διαφορὰν [ἀλλὰ] πρὸς τὸ τῶν ἄλλων ὑλῶν· οὐδὲ γὰρ τὸ πῦρ τοῦ πυρός, ᾗ πῦρ ἐστι, <διαφέρειν, ἀλλὰ> κατὰ τὸ µᾶλλόν τε καὶ ἧττον. ἰσχυρὸν γὰρ εἶναί τι καὶ ἀσθενὲς πῦρ συγχωρεῖ, καὶ τό γε τῶν ἀχύρων ἀσθενέστατον εἶναι νοµίζων εὐταµίευτον εἶναί φησι πρὸς τὴν ἐργασίαν τοῦ χρυσοῦ. διατήκεσθαι γὰρ αὐτὸν καὶ διαρρεῖν ἰσχυροτέρᾳ πλησιάζοντα φλογί.” ἀλλ’, ὦ βέλτιστε Λύκε, φαίη τις ἂν οἶµαι πρὸς αὐτόν, εἰ τῶν φυσικῶν φιλοσόφων ἠκηκόεις ζητούντων, ὅπως αἱ φλόγες γεννῶνται, κατανενοήκεις ἂν οἶµαι τὰς ἐν αὐταῖς διαφοράς. ἐγὼ τοίνυν, ὅσον οἷόν τε διὰ βραχυτάτων ἐπιτέµνεσθαι λόγον οὐ µικρόν, ἐξηγήσοµαί σοι περὶ αὐτῶν. ὁρᾷς οἶµαι τῆς καιοµένης ὕλης ἀναθυµίασίν τινα γιγνοµένην ἐν διεσπασµένοις ἀπ’ ἀλλήλων µορίοις, ὧν µεταξύ τις ἀὴρ ἀπολαµβανόµενος ἐξ ἀνάγκης µὲν δήπου θερµαίνεται. παµπόλλην δὲ ἴσχει διαφορὰν ἐν τῷ µᾶλλόν τε καὶ ἧττον. ἀλλὰ καὶ τὰ διαλείµµατα τῶν ἀναφεροµένων σωµάτων οὐκ ἴσα πάσαις ταῖς φλοξίν ἐστιν, ὥσπερ οὐδ’ αὐτῆς τῆς ἀναθυµιάσεως ἡ φύσις, ἀλλὰ καὶ µεγέθει καὶ σµικρότητι διενήνοχεν ἀλλήλων τὰ τῆς καιοµένης ὕλης ἀνε<νεχ>θέντα µόρια καὶ πυκνότητι καὶ µανότητι καὶ τῷ τὰ µὲν ἡµίκαυτα, τὰ δ’ οἷον ὁλόκαυτα ὑπάρχειν, ἢ ὅλως τὰ µὲν µᾶλλον, τὰ δὲ ἧττον ἐκπυροῦσθαι. ὅταν οὖν ταῦτα φαίνηται τοσαύτην ἔχοντα τὴν διαφορὰν ὅ τε ἀὴρ ὁ δεδεγµένος αὐτὰ ποτὲ µὲν µᾶλλον ὑπ’ αὐτῶν ἐκτεθερµασµένος ᾖ, ποτὲ δ’ ἧττον, ἀναγκαῖον οἶµαι παµπόλλην γε ποικιλίαν γίγνεσθαι καὶ διαφορὰν οὐκ ὀλίγην τῆς φλογός. ἡ γὰρ τῆς µείξεως ἀνοµοιότης τὸ πλῆθος τῶν διαφορῶν ἐργάζεται.