4. ‘“Καὶ πῶς ἐγχωρεῖ”, φήσειεν ἂν ὁ Λύκος, “ἐναντίον εἶναι τῷ χρώµατι, καθ’ ὃ νενόηται χρῶµα ὄν;” καὶ ἀληθεύσει γε ναὶ µὰ τοὺς θεούς, ὅσον ἐπὶ χρώµατος [ναὶ] τὸ χρῶµα µηδὲν ἡγούµενος ἕτερον ἑτέρου διαφέρειν, ἀλλ’ ὥσπερ τοῦτο ἀληθές, οὕτω κἀκεῖνο, τὸ λευκὸν τοῦ µέλανος οὐ µόνον διαφέρειν, ἀλλὰ καὶ τοσοῦτον διαφέρειν, ὡς ἐναντιώτατον εἶναι. καὶ πῶς ἐγχωρεῖ, τάχα φήσουσιν οἱ τὰ τοῦ Λύκου πρεσβεύοντες, ἅµα µὲν εἶναι ταὐτόν, ἅµα δὲ ἐναντιώτατον τῷ µέλανι <τὸ> λευκόν; οἷς ἡµεῖς ἀποκρινούµεθά τι γε τοσοῦτον, ὡς, εἴπερ οὐκ ἐγχωρεῖ τὸ λευκὸν ἐναντίον θ’ ἅµα καὶ ταὐτὸν εἶναι τῷ µέλανι, τὸ ἕτερον αὐτοῖν αἱρείσθωσαν. ὁ µὲν γὰρ Πλάτων οἴεται δυνατὸν εἶναι, καθάπερ γε καὶ ᾿Αριστοτέλης καὶ Θεόφραστος, ἕτερον ἑτέρῳ ταὐτὸν ὂν τῷ γένει, τοσαύτην ὅµως ἔχειν τὴν ἐν εἴδει διαφοράν, ὡς ἐναντιώτατον ὑπάρχειν. οὗτοι δ’ εἰ µὴ νοµίζουσιν ἀληθεύειν ἄµφω τὼ λόγω, τὸν ἐναργέστερον ἑλέσθωσαν. ἐναργέστερος δέ ἐστιν, ὅσῳ καὶ πᾶσιν ἀνθρώποις ὁµολογούµενος ἐναντίον εἶναι τὸ λευκὸν τῷ µέλανι. καὶ µήν, εἴπερ ἀληθές ἐστι τοῦτο, νοµίζουσι δὲ αὐτοὶ µὴ δύνασθαι τοὺς λόγους ἀµφοτέρους ἀληθεύεσθαι, τόν τε ἐναντίον εἶναι φάσκοντα τὸ λευκὸν τῷ µέλανι καὶ τὸν ταὐτόν, οὐκ ὀρθῶς ἐροῦσιν µηδὲν διαφέρειν, ᾗ χρῶµά ἐστιν, τὸ λευκὸν τοῦ µέλανος. ὁ µὲν οὖν ἐν τῷ τοῦ Πλάτωνος γράµµατι διαλεγόµενος τῷ Σωκράτει συγγνωστὸς ἦν ἴσως, κωλύων τὸν Σωκράτην διαιρούµενον ἡδονὴν ἡδονῆς διαφορᾷ. οὐ γὰρ ἦν που βιβλίον οὐδὲν τοιοῦτον διδάσκον, ὡς ἐγχωρεῖ πολλὰ πολλοῖς ὄντα τῷ γένει ταὐτὰ διαφέρειν ὅµως εἰς τοσοῦτον, ὡς ἐναντιωτάτην ἀλλήλοις ἰδέαν τε καὶ φύσιν ἔχειν. ἐπεὶ δ’ ὑπὸ Πλάτωνος ὁ Φίληβος ἐγράφη διδάσκων τἀληθές, εἰ µὲν οὐδ’ ὅλως ἀνέγνω τὸ βιβλίον ὁ Λύκος, ἄγαµαι τῆς παιδείας τὸν Λύκον. εἰ δ’ ἀναγνοὺς οὐκ ἐνόησε, θαυµάζω τῆς συνέσεως. εἰ δὲ νοήσας οὐκ ἐπείσθη, µακαρίζω τῆς κρίσεως. ὦ πρὸς τοῦ Διός, ἐρωτᾷ τις λόγον οὐδὲ τὰ πρῶτα µαθὼν τῆς διαλεκτικῆς, ἔστι τις ἀπάνθρωπος ῞Ελλην ἰατρὸς ἢ γραµµατικὸς ἢ ῥήτωρ ἢ φιλόσοφος ἢ ὅλως ὁστισοῦν ἄλλος ἀντιποιούµενος λόγων, ὃς οὐκ ἀνέγνω τὸν Πλάτωνος Φίληβον; καίτοι τί λέγω τὸν Φίληβον; οὐ γὰρ ἐν τούτῳ µόνῳ τὸν προκείµενον λόγον Πλάτων ἐδίδαξεν, ἀλλὰ καὶ δι’ ἄλλων πολλῶν ἐπεµνήσθη βιβλίων, ὧν ἐχρῆν µόνον κἂν ἕν γέ τι τὸν θαυµασιώτατον Λύκον ἀνεγνωκέναι, ἀντιποιούµενον λόγων ἐπιστηµονικῶν. αἰσχρὸν γὰρ ῾Ιπποκράτην διελέγχειν ἐπιχειροῦντα καὶ λόγους ἐπερωτῶντα περαντικούς, ὡς νοµίζει, µηδὲ τὰ πρῶτα φαίνεσθαι µεµαθηκότα τῶν ἐν ταῖς φιλοσόφοις διατριβαῖς.