ἀλλὰ νὴ Δία θαυµαστὸν αὐτοῦ τὸ περὶ τῶν ὑγρῶν ἐστι παράδειγµα. καὶ γὰρ ταῦτα βούλεται µηδὲν ἀλλήλων διαφέρειν, ᾗ πάντα ἐστὶν ὑγρά· καθ’ ὃ µέντοι τὰ µὲν ὀξέα, τὰ δὲ στρυφνά, τὰ δ’ ἁλµυρά, τὰ δὲ γλυκέα, ταύτῃ διαλλάττει, οὐκ ἀκούει δὲ ἐν τούτοις αὐτὸς ἑαυτοῦ. λέγων γὰρ ᾗ διαφέρει τὰ ὑγρά κατασκευάζειν οἴεται µηδεµίαν ἐν αὐτοῖς εἶναι διαφοράν, ἀλλὰ µάτην µὲν ῾Ιπποκράτην διαφορὰν εἰρηκέναι, µάτην δὲ Θεόφραστον ὅλην πραγµατείαν γεγραφέναι Περὶ χυλοῦ, καίτοι καὶ αὐτὸ τοῦτο τοὔνοµα ὁ χυλὸς ὑγροῦ διαφοράν τινα ἐνδείκνυται. ἀλλ’ ὅµως καίτοι διαφορά τις οὖσα <τοῦ> ὑγροῦ πάλιν αὖθις τέµνεσθαι πέφυκεν εἰς ἑτέρας διαφοράς. οὐ µὴν θαυµαστὸν εἰς τοσοῦτον ἀπαιδευσίας ἥκοντα Λύκον, ὡς νοµίζειν ἐν ὄξει στύφουσαν εἶναι ποιότητα, τοιαύτην τολµῆσαι πρὸς ῾Ιπποκράτην γράφειν ἀντιλογίαν. τὰ γὰρ οὕτως ἐναργῆ καὶ Διοσκορίδης ὁ ᾿Αναζαρβεὺς ἐγίγνωσκεν οἵ τ’ ἄλλοι πάντες οἱ τὰ περὶ ὕλης ὑποµνήµατα γράψαντες. ὀνοµάζουσι γοῦν ἐν τούτοις τὰ µὲν ἁλυκά, τὰ δὲ ἁλµυρά, τὰ δὲ πικρά, τὰ δὲ γλυκέα, τὰ δὲ αὐστηρά, τὰ δὲ στρυφνά, τὰ δὲ στύφοντα, τὰ δὲ δριµέα, τὰ δὲ ὀξέα. Λύκος δ’ ὁ θαυµασιώτατος ἤτοι οὐδ’ ὅλως γιγνώσκει διαφέρουσαν ὀξεῖαν ποιότητα στυφούσης ἢ πεπήρωται τὴν γεῦσιν, ὡς µηδ’ ὅλως αἰσθάνεσθαι τῶν ἐν τοῖς χυµοῖς διαφορῶν. ἔοικε γοῦν ὡς ἀπίου καὶ µεσπίλου καὶ µήλου καὶ κυδωνίου τοῦ ὄξους αἰσθάνεσθαι, καίτοι γε πάντων ἀνθρώπων ἔνια µὲν τῶν µήλων ὀξέα καλούντων, ἔνια δὲ στύφοντα, γλυκέα δὲ ἄλλα, καθάπερ οἶµαι καὶ ῥοιὰς ὀξείας τε καὶ στυφούσας καὶ γλυκείας. ἐν µέν γε τοῖς οἴνοις ὡς ἀρετὴ κακίας ἀφώρισται στύψις ὀξύτητος· εὐγενεῖς µὲν γὰρ οἱ στύφοντες· ὀξὺς δ’ οὐδεὶς κατὰ φύσιν, ἀλλ’ εἰ καὶ µικρὸν αὐτῷ προσέλθοι τοιαύτης ποιότητος, ὑποπτεύοµεν αὐτίκα τὴν εἰς ὄξος αὐτοῦ µεταβολήν. ἴσως οὖν ὁ Λύκος οὐδ’ ὀξυλάπαθον οὐδ’ ὀξυαλίδα λαπάθου τε καὶ θριδακίνης διεγίγνωσκεν, οἷς στυφούσης µὲν ποιότητος οὐδὲ τοὐλάχιστον ὑπάρχει, τῆς δὲ ὀξείας δαψιλῶς µετέσχηκεν ἄµφω. θαυµαστὸν οὖν, εἰ ταῦτα µὲν ἀπὸ τῆς ὀξείας ποιότητος ὠνόµασται, τὸ δὲ ὄξος αὐτὸ µὴ µετέσχηκεν αὐτῆς. ἀλλ’ ὁ µηδὲ τὰς κοινὰς αἰσθήσεις ἀποσῴζων Λύκος ἐγκαλεῖν ῾Ιπποκράτει τολµᾷ. † πάλιν οὖν ἔγνω τὴν παρὰ τοῖς φυσικοῖς ζήτησιν ὑπὲρ τοῦ τῶν χυµῶν ἀριθµοῦ. κατὰ τοῦτο γὰρ οὐδέν, ὡς ἔοικε, διαφέρει χυµὸς χυµοῦ, καθ’ ὅσον χυµός ἐστιν. ἡδέως ἂν οὖν ἤκουσα, τίνος τῶν ὄντων εἰσὶν αἱ τοιαῦται διαφοραί, γλυκὺς ὀξὺς δριµὺς πικρὸς ἁλυκὸς ἁλµυρὸς στρυφνὸς αὐστηρὸς στύφων λιπαρός. εἰ µὴ γὰρ χυµῶν, ἴσως ἤτοι φωνῶν ἢ χρωµάτων ἢ ὀδµῶν ἢ διὰ τῆς ἁφῆς εἰς γνῶσιν ἥκουσι. παρὰ ταύτας γὰρ οὐκ ἔχοµεν ἄλλην αἴσθησιν, ἀλλ’ εἰσὶν αἱ πᾶσαι πέντε, γεῦσις καὶ ἀκοὴ καὶ ὄψις καὶ ὄσφρησίς τε καὶ ἁφή. διαγινώσκοµεν δὲ ὥσπερ καὶ ταῖς ἄλλαις ἄλλα τῶν αἰσθητῶν, οὕτως τῇ γεύσει καὶ τοὺς χυµούς. ὡς δὲ ἐν τοῖς ὑγροῖς αἱ διαφοραὶ πολλαί, κατὰ τὸν αὐτὸν τρόπον κἀν ταῖς αἰσθήσεσι. καίτοι γε ᾗ αἰσθήσεις εἰσίν, οὐ διαφέρουσιν, ἀλλ’ ὁ διαλεκτικώτατος Λύκος οὐκ ἐάσει λέγειν ἡµᾶς οὔτ’ ἐν τοῖς χυµοῖς εἶναι τὰς εἰρηµένας διαφοράς, οὐδ’ ἐν ταῖς αἰσθήσεσιν ἃς ἅπαντες γιγνώσκουσιν, οὔτ’ ἐν τοῖς χρώµασι καὶ λευκὸν καὶ µέλαν καὶ φαιὸν καὶ ξανθὸν καὶ πυρρὸν ἐρυθρόν τε καὶ φοινικοῦν καὶ κυανοῦν. οὐδὲν γὰρ χρῶµα χρώµατος ᾗ χρῶµά ἐστι διαφέρει. µαίνονται τοίνυν ἅπαντες ἰατροὶ καὶ φιλόσοφοι χρωµάτων µὲν ἡγούµενοι διαφορὰς εἶναι τὰς εἰρηµένας, χυµῶν δὲ τὸν ὀξὺν καὶ πικρὸν καὶ δριµὺν ὅσους τ’ ἄλλους ὀλίγον ἔµπροσθεν εἶπον, ὥσπερ καὶ τῶν αἰσθήσεων αὐτῶν. οὔτε γὰρ χρῶµα χρώµατος, ᾗ χρῶµά ἐστι, διαφέρει, ὡς οὐδ’ αἴσθησις αἰσθήσεως, οὔτε χυµὸς χυµοῦ, καθάπερ οὐδὲ πυρετὸς πυρετοῦ, µὴ [δὲ] ὅτι θερµὸν θερµοῦ. µαίνονται τοίνυν οἱ γράψαντες ἰατροὶ πυρετῶν διαφορὰς πολλὰς καὶ τὸν καῦσον καὶ τὸν λειπυρίαν καὶ τὸν ἠπίαλον καὶ τὸν τυφώδη καὶ τὸν λοιµώδη καὶ τὸν ἡµιτριταῖον ἀµφηµερινόν τε καὶ τριταῖον καὶ τεταρταῖον. ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἑτέρωθι γράφει πυρετῶν διαφορὰς ὥσπερ γε καὶ τῶν ἄλλων σχεδὸν ἁπάντων πραγµάτων.