*** 3. Aὕτη µὲν ἡ ῥῆσίς ἐστι τῶν ὑπὸ τοῦ Λύκου γεγραµµένων εἰς κατασκευὴν τοῦ “µηδὲν διαφέρειν ἕτερον ἑτέρου θερµόν”, οὐκ ἀναµένουσα τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ ἑαυτὴν καταβάλλουσα. τί γὰρ δὴ καί φησι; τὸ θερµόν, ᾗ νενόηται θερµόν, οὐδεµίαν ἔχει παραλλαγὴν πρὸς ἕτερον θερµόν. εἰ µὲν οὖν οὐδὲν ἐν τῷ λόγῳ σηµαίνει τὸ ᾗ νενόηται θερµόν, ἐξαιρείσθω τελέως αὐτοῦ. σηµαῖνον δέ τι σαφῶς ἐνδείκνυται ταύτῃ µὲν µὴ διαφέρειν τὸ θερµὸν τοῦ θερµοῦ, καθ’ ἕτερον δέ τι διαφέρειν. εἰ µὲν γὰρ οὐδαµῇ διαφέρει, περιττῶς πρόσκειται τὸ ᾗ· εἰ δ’ ἄλλῃ µέν πῃ διαφέρει, ταύτῃ δ’ οὐ διαφέρει, καθ’ ὃ διαφέρει, κατὰ τοῦτο νοείσθωσαν αἱ διαφοραί, ὡς εἴ γε καθ’ ὃ λέγεται µόνον ἕκαστον σκοποῖτο, πάντων τῶν πραγµάτων ἀναιρήσεις τὰς διαφοράς. τὸ ζῷον, ᾗ νενόηται ζῷον, οὐδὲν ἑτέρου διαφέρει ζῴου. τὸ φυτόν, ᾗ νενόηται φυτόν, οὐδὲν ἑτέρου διαφέρει φυτοῦ. τὸ δένδρον, ᾗ νενόηται δένδρον, οὐδὲν ἑτέρου διαφέρει δένδρου. ἆρ’ οὖν οὔκ εἰσι τοῦ ζῴου διαφοραί, τὸ πτηνὸν καὶ πεζὸν καὶ νηκτὸν καὶ τὸ ἔνυδρον καὶ ἔγγειον καὶ ἀέριον ἢ τὸ θνητὸν καὶ ἀθάνατον ἢ τὸ λογικὸν καὶ ἄλογον ἢ τὸ ἥµερον καὶ [τὸ] ἄγριον ἢ τὸ δειλὸν καὶ ἄλκιµον ἢ τῶν ἄλλων ὧν ἴσµεν ἕκαστον; τί γὰρ δεῖ µακρολογεῖν; οὕτω τῶν φυτῶν τὸ µὲν δένδρον, τὸ δὲ θάµνος, τὸ δὲ ἄκανθα, τὸ δὲ πόα, τὸ δὲ φρύγανον. ἢ καὶ πάντων, καθ’ ὃ νενόηται, ζῴων µηδεµίαν ἐχόντων διαφορὰν ὅµως καὶ ταύτας ἁπάσας ἃς εἴρηκα καὶ πρὸς ταύταις ἑτέρας οὐκ ὀλίγας ἀληθῶς ἄν τις εἴποι ζῴου διαφοράς; οὕτως δὲ κἀπὶ τῶν φυτῶν. οὐ γὰρ φυτόν γε φυτοῦ διενήνοχε τῷ τὸ µὲν εἶναι λογικὸν αὐτῶν, τὸ δὲ ἄλογον οὐδὲ τῷ πτηνὸν ἢ πεζὸν οὐδὲ τῶν ἄλλων τῶν εἰρηµένων οὐδεµιᾷ διαφορᾷ, καθάπερ οὐδὲ ζῷον ζῴου διαφέρει τῷ τὸ µὲν εἶναι θάµνος, τὸ δὲ ἄκανθα, τὸ δὲ δένδρον, τὸ δὲ πόα, τὸ δὲ φρύγανον, τὸ δὲ † κέδρος, ἀλλ’ ἐν τῷ γένει τῶν φυτῶν ἡ τοιαύτη τοµή. ἀλλὰ καὶ νοσηµάτων διαφορὰς αὐτὸς ὁ Λύκος γράφει παµπόλλας, καίτοι γε οὐδὲν διαφέρει νόσηµα νοσήµατος, ᾗ νόσηµά ἐστιν, ὥσπερ οὐδὲ σύµπτωµα συµπτώµατος, ᾗ σύµπτωµά ἐστιν, ἀλλ’ ὅµως καὶ τὰς τούτων διαφορὰς ὁ Λύκος ἐπιχειρεῖ γράφειν, ὥσπερ γε καὶ τὰς τῆς πλευρίτιδος ἑκάστου τε τῶν ἄλλων νοσηµάτων. καίτοι γε πλευρῖτις πλευρίτιδος, ᾗ πλευρῖτίς ἐστιν, οὐδὲν διαφέρει, ἀλλ’ ὅµως ἡ µέν τις εἰς τὴν κλεῖν ἔχει περαινοµένην τὴν ὀδύνην, ἡ δ’ εἰς τὸ ὑποχόνδριον. οὕτω δὲ καὶ µετὰ µὲν τοῦ κεχρῶσθαι τὸ πτύελον ἡ ἑτέρα τῶν πλευριτίδων, ἑτέρα δ’ ἐναντία τῇδε καλουµένη πρὸς ἐνίων ἄπτυστος ἄλλαι τε πολλαὶ διαφοραί, καθ’ ἃς ὑπαλλάττεσθαι συµβαίνει καὶ τὴν θεραπείαν. ἀλλὰ καὶ ταύτας τῶν πυρετῶν αὐτῶν τὰς διαφορὰς ὁ Λύκος ἐκδιδάσκειν πειρᾶται, καίτοι <γ’>, εἴτε κατὰ πλεονεξίαν θερµασίας ἡ γένεσις αὐτοῖς ἐστιν εἴτε κατὰ τὸ δακνῶδες τῆς ποιότητος, οὐδεµία γενήσεται διαφορὰ πυρετοῦ πρὸς πυρετόν, ᾗ πυρετός ἐστιν.