σαφηνείας δὲ ἕνεκα τῶν λεγοµένων οὐδὲν ἂν εἴη χεῖρον ἀναµνησθῆναί σε βαλανείων, ἐν οἷς ἓν µέν ἐστι δήπου τὸ τῶν εὐκράτων εἶδος, αἱ δυσκρασίαι δὲ πολλαί. µία µὲν γὰρ δυσκρασία βαλανείου ψυχροτέρου τῆς χρείας ὑπάρχοντος, ἑτέρα δὲ εἰ µέχρι τοῦ λυπεῖν ἤδη θερµανθείη, τρίτη δ’ ἄλλη καθ’ ἣν οὔθ’ ὡς ψυχρότερον οὔθ’ ὡς θερµότερον αἰτιώµενοι πλῆρες ἀτµοῦ φαµεν ὑπάρχειν καὶ κατὰ τοῦτο µεµφόµεθα. τίς γὰρ οὐκ οἶδεν, εἴ γε ὅλως ἄνθρωπός ἐστιν, ὡς εὔκρατόν ἐστι µὲν καὶ ὕδωρ πολλάκις, ἔστι δ’ ὁµοίως αὐτῷ καὶ ἀὴρ καὶ ἀτµός. οὕτω γοῦν καὶ λίθος εὔκρατος ἐν αὐτοῖς τοῖς βαλανείοις γίγνεται, καθ’ οὗ κυλινδεῖσθαι δυνατόν, οὔτε θερµασίαν ὑπερβάλλουσαν οὔτε ψύξιν αἰτιώµενον οὔτ’ αὐχµὸν ἢ πλῆθος ὑγρότητος. ὥσπερ οὖν ἐν ὕδατι καὶ λίθῳ καὶ ἀέρι σύµµετρος γίγνεται θερµότης, οὕτως καὶ κατὰ τὸν ἀτµόν, ὃς ἐπειδὰν εὔκρατος ὢν ἐµπλήσῃ τὸ βαλανεῖον, οἱ λουόµενοι δυσχεραίνουσι µὲν καὶ µέµφονται τὸ τοιοῦτον λουτρόν, ψυχρότερον δὲ ἢ θερµότερον οὐκ ὀνοµάζουσιν, ὡς, εἴ γε καὶ τοιοῦτόν τι ποιεῖ, διττὴν ποιοῦνται τὴν κατηγορίαν τοῦ βαλανείου ψυχρὸν εἶναι φάσκοντες αὐτὸ καὶ µεστὸν ἀτµοῦ, καθάπερ γε καὶ θερµὸν αὖθις ἀµέτρως σὺν ἀτµῷ δαψιλεῖ. µὴ τοίνυν ἐπιλανθανώµεθα τούτων µηδὲ τὰ κοινῇ πᾶσιν ἀνθρώποις γιγνωσκόµενα διαφθείρωµεν ὑπὸ περιττῆς σοφίας, ἣν ἐπιδείκνυνταί τινες, ἀλλὰ µεµνηµένοι τῶν βαλανείων, ἐπειδὰν ἀκούσωµέν τινος ἐπὶ ζῴου λέγοντος ὡς ἔστι τούτου µὲν εὔκρατον τὸ θερµόν, τούτου δὲ δύσκρατον, οὐκ ἐπ’ ἄλλο τι µεταφέρωµεν τὴν διάνοιαν, ἀλλ’ ἐφ’ ὅπερ ἅπαντες οἱ τὰς κοινὰς ἐννοίας διασῴζοντες ἄνθρωποι καθ’ ἑκάστην ἡµέραν ἐν ἄλλοις τε πολλοῖς καὶ µέντοι γε καὶ τοῖς βαλανείοις ὧν ἐµνηµόνευσα. θερµὸν γοῦν εἶναί φασι τὸ βαλανεῖον καὶ ψυχρόν, εἶτ’ αὖθις ἀτµοῦ πλῆρες ἢ ξηρὸν καὶ αὐχµῶδες ἑκάστῳ τῶν ὀνοµάτων ἴδιόν τι δηλοῦντες πρᾶγµα. πρὸς τοίνυν τοῖς εἰρηµένοις ἕτερόν τι βαλανεῖόν ἐστι καπνοῦ πλῆρες καὶ ναὶ µὰ τὸν Δία γε τούτου πολυειδεστάτου· ἕτερος µὲν ὁ ἐκ δρυΐνων ξύλων, ἕτερος δὲ ὁ ἐκ συκίνων ἢ ἐλαΐνων ἐστὶ καὶ καθ’ ἕκαστόν γε δένδρον ἄλλος καὶ ἄλλος. ἀλλ’ οὐδέπω δέοµαι τῶν κατὰ µέρος διαφορῶν. ἀρκεῖ γάρ µοι τήν γε πρώτην ὅλον [γε] τὸ γένος τοῦτο µιᾷ κλήσει τε καὶ νοήσει περιλαµβάνοντι καπνώδη τὸν ἀέρα φάναι τοῦ βαλανείου, µηδ’ ἐνταῦθα µεµφόµενον αὐτοῦ θερµασίαν ἢ ψύξιν ἢ ὥσπερ γε µεµφόµενον αὖθις, εἰ οὕτως ἔτυχε, κατ’ ἄµφω, καὶ ὡς θερµὸν τὸ βαλανεῖον καὶ ὡς καπνῶδες.
ἐάσας οὖν ἤδη τὰ βαλανεῖα τῶν καθ’ ἑκάστην ἡµέραν ἐν ταῖς οἰκίαις ἡµῖν συµβαινόντων ἀναµνήσθητί µοι· ποτὲ µὲν ὑγρότητα τῶν οἴκων ἐν οἷς ἔσµεν, ἔστι δ’ ὅτε ἄµετρον ψύξιν ἢ θερµότητα µεµφόµεθα. πότερον οὖν ὁµοίως µεµφόµεθα τὸν κατὰ τὸν οἶκον ἀέρα τοῖς ὑπὸ κύνα καύµασι, κἀπειδὰν καπνοῦ πληρωθῇ, ἢ κἀνταῦθα ὥσπερ ἐν τοῖς βαλανείοις ἔστιν ὅτε κατὰ µὲν τὴν θερµασίαν διαλλάττουσιν οὐδέν; ἔστι δ’ αὐτῶν ὁ µὲν αὐτὸ δὴ τοῦτο µόνον, ἀὴρ θερµός, ὁ δὲ σὺν τούτῳ καπνώδης, εἶτα ὁ µέν γε θερµὸς ἀὴρ οὐδέποτε προκαλεῖται δάκρυον, τῷ καπνώδει δ’ ἀεὶ ὑπάρχει τοῦτο, κἂν µετρίως θερµὸς ᾖ, ὥστε ἐναργῶς ἐνταῦθα κατάδηλόν ἐστι τὸ δακνῶδες θερµὸν οὐ τῷ µᾶλλον θερµαίνειν, ἀλλ’ ἑτέρῳ τινὶ διαλλάττον. ἐγγυτάτω γοῦν φλογὸς µεγίστης ἀκάπνου στάντες θερµαινόµεθα µὲν οὕτω πολλάκις, ὡς ἐγγὺς µὲν ἥκειν τοῦ καίεσθαι, δάκνεται δ’ οὐδεὶς οὐδὲ δακρύει τοὺς ὀφθαλµοὺς ὡς ἀπὸ καπνοῦ. θαυµαστὸν οὖν, εἴ τις ἐπὶ καπνοῦ καὶ φλογὸς αἰσθάνεται τῆς διαφορᾶς, ἐπὶ δὲ τῶν ἡµετέρων σωµάτων ἀναίσθητός ἐστιν ἐνίοτε µὲν ἰσχυροτάτης θερµασίας οἷον φλογός, ἐνίοτε δὲ ἀνιαρᾶς καὶ δακνώδους οἷόνπερ καπνοῦ. θαυµάζω δὲ οὐδὲν ἧττον, εἰ µὴ συγχωρεῖ τὰς κατὰ τὸ θερµὸν ἐν τοῖς ζῴοις δυσκρασίας ἀνάλoγον ἔχειν ταῖς κατὰ τὰ βαλανεῖα καὶ τὰς οἰκίας· ὡς οὖν ἐν ταῖς οἰκίαις ἄλλος µὲν ἀήρ ἐστιν οἴκου καπνώδους, ἄλλος δὲ ἁπλῶς θερµοῦ, κατὰ τὸν αὐτὸν οἶµαι τρόπον ἕτερος τούτων ἐναργῶς ἐστιν, ἐν ᾧ πλῆθός ἐστι καιοµένων λύχνων ἢ δᾳδὸς ἅµα λιγνύι. καὶ τοίνυν καὶ καλοῦµεν, ὥσπερ τὸν ἕτερον ἀέρα καπνώδη, λιγνυώδη τοῦτον ἐξ ὑπεροπτήσεως ὕλης γενόµενον. ἡ γάρ τοι λιγνὺς ταύτῃ τοῦ καπνοῦ διενήνοχε, καίτοι γε ἀµφοῖν περιττωµάτων ὑπαρχόντων φλογός, [ὅτι] ᾗ λιγνύς ἐστι µὲν κατωπτηµένης ὕλης γεώδους ἀναθυµίασις, καπνὸς δὲ οὔθ’ ὑπερωπτηµένης οὔτε γεώδους, ἀλλ’ ἡµικαύστου τε καὶ συµµιγοῦς ἐξ ὑγρᾶς καὶ γεώδους οὐσίας. ὅστις οὖν ἐπαιδεύθη νοµίµως ἐν ῾Ιπποκρατείοις δόγµασιν, ἔµαθεν οὗτος, ὡς τῆς ὀνοµαζοµένης ἤδη συνήθως ἅπασι τοῖς ἰατροῖς ἀδήλου διαπνοῆς ἣν διαπνεῖται τὰ σώµατα, τὸ µὲν τοιοῦτόν ἐστιν οἷον ἀτµός, ἕτερον δὲ οἷον ἀὴρ ξηρός, ἕτερον δὲ σὺν αἰσθηταῖς ὑγρότησιν ἐκπῖπτον. ***