В трактате Галена «Опровержение возражений…» представлены неизвестные ранее сведения о взглядах врачей-методистов, позволяющие нам составить более четкое представление об их доктрине.
ΓΑΛΗΝΟΥ. ΠΡΟΣ ΛΥΚΟΝ[164]
OΤΙ ΜΗΔEΝ HΜAΡΤΗΤΑΙ ΚΑΤA ΤOΝ AΦΟΡΙΣΜOΝ, ΟΥ H AΡXH· “ΤA ΑΥΞΑΝOΜΕΝΑ ΠΛΕΙΣΤΟΝ EΧΕΙ ΤJ EΜΦΥΤΟΝ ΘΕΡΜOΝ”
1. ᾿Ανεµέσητον µὲν δήπου καὶ Λύκῳ καὶ παντὶ τῷ βουληθέντι πρὸς ῾Ιπποκράτην γράφειν· ἔτι δ’ ἀνεµεσητότερον οἶµαι τοῖς δυναµένοις ἀπολύσασθαι τὰ κακῶς εἰρηµένα πρὸς αὐτὸν ἐγκλήµατα, καθάπερ ἐν δικαστηρίῳ τοῖς ἀναγνωσοµένοις ἀµφοτέρων τὰ γράµµατα τὴν ἀπολογίαν ποιήσασθαι, καὶ µάλισθ’ ὅταν ὁ µὲν ἐγκαλῶν πρὶν µαθεῖν τὰ λεγόµενα θρασύνηται, τῷ δ’ ἀπολογουµένῳ πεπαιδεῦσθαι κα<λῶς ὑπάρχῃ> τὰ τοῦ παλαιοῦ δόγµατα. Λύκος τοίνυν ἔγραψε µὲν ἐξηγητικὰ τῶν ῾Ιπποκράτους ἀφορισµῶν ὑποµνήµατα, λωβᾶται δὲ τοῖς δόγµασι τἀνδρὸς ἑκατέρωθεν, οἷς τε ψέγειν καὶ οἷς ἐπαινεῖν τινα τῶν ὑπ’ αὐτοῦ λεγοµένων οἴεται καὶ δι’ ὧν ἀντιλέγειν ἐπιχειρεῖ. τά τε γὰρ ἐπαινούµενα Λύκου φαντάσµατά ἐστιν, οὐχ ῾Ιπποκράτους δόγµατα, δι’ ὧν τε ἀντιλέγει, δῆλός ἐστι µηδὲ τὰ στοιχεῖα τῆς ῾Ιπποκράτους τέχνης ἐπιστάµενος. ὅτῳ δ’ οὐκ ἔστι τῶν στοιχείων ἐπιστήµη, σχολῇ γ’ ἂν οὗτος εἰς τὰς συλλαβὰς εἰδείη τῆς τέχνης ἐκείνης ἢ τῶν ἀπ’ αὐτῆς. εἰ µὲν οὖν ἐγὼ πρῶτος ἢ µόνος ἔλεγον ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ τῶν ζῴων σώµατα συγκεῖσθαι νοµίζειν ῾Ιπποκράτην, τάχα ἂν ἴσως εὐλαβέστερον ἐνεκάλουν Λύκῳ πρὶν γνῶναι τὰ στοιχεῖα τῆς ῾Ιπποκράτους τέχνης ἐπιχειροῦντι τῶν συγγραµµάτων αὐτοῦ γράφειν ἐξηγήσεις. οὔτε γὰρ ὅσοι δόγµασιν ἐναντίοις ἐνετράφησαν οὔθ’ ὅσοι µηδὲ τὰ πρῶτα γιγνώσκουσι τῆς τέχνης [χρήσιµα] εὔλογον ἐξηγεῖσθαι τοὺς ἀφορισµούς, ἀλλ’ οἵπερ µεµαθήκασι µὲν ἐκ τῆς παιδικῆς ἡλικίας, ἐπαινοῦσι δὲ ἥδιον ἢ ψέγουσιν αὐτοῦ τὰ δόγµατα. Λύκος δὲ εἰς τοσοῦτον ἄρα τῆς ῾Ιπποκράτους τέχνης ἀµαθής ἐστιν, ὥστ’ ἐγὼ — θεοὺς ἅπαντας ἐπόµνυµι — τὰς πρώτας τῶν εἰς τοὺς ἀφορισµοὺς ὑποµνηµάτων αὐτοῦ ἐξηγήσεις ἀναγνοὺς [ἀφορισµῶν] οὐκέθ’ ὑπέµεινα τὸ λοιπὸν τοῦ βιβλίου γνῶναι τοσοῦτον <δοκοῦντος> τῆς γνώµης ἁµαρτάνειν τοῦ παλαιοῦ. τῶν ἑταίρων δέ τινος ἀξιώσαντος ἐπακοῦσαί γε τῶν εἰς τόνδε τὸν ἀφορισµὸν ὑπ’ αὐτοῦ γεγραµµένων, ἐν ᾧ φησι “τὰ αὐξανόµενα πλεῖστον ἔχει τὸ ἔµφυτον θερµόν”, εἶτα πολλῶν καὶ ἄλλων παρακαλεσάντων ἀπολογήσασθαι πρὸς τὰς κατηγορίας, οὕτως ἀναγκασθεὶς ἐπὶ τόνδε τὸν λόγον ἧκον.