1. ῎Αµεινον µὲν ἦν, ὥσπερ οἱ νοµοθέται τοὺς ψευδῶς ἐγκαλέσαντας ὁµοίως τιµωροῦνται τοῖς ἐγκληθεῖσιν, εἴπερ ἥλωσαν, οὕτως καὶ τοὺς ἀντιλέγοντας ψευδῶς οἷς οὐκ ἔµαθον ὑπέχειν ἀξίαν ὧν πληµµελοῦσι τιµωρίαν. ἐπεὶ δ’ οὐκ οἶδ’ ὅπως ὕβρεως µὲν ἐφεῖται δικάζεσθαι, νόµος δ’ οὐδεὶς κεῖται περὶ τῶν ψευδῶς ἐγκαλούντων, εἰκότως οἶµαι κατὰ τῶν ἀρίστων ἀνδρῶν οἱ σκαιότατοι λέγειν τολµῶσιν. ἐχρῆν γὰρ ὥσπερ ἐν Αἰγύπτῳ πάλαι τῶν κατὰ τὰς τέχνας εὑρισκοµένων ἕκαστον ὑπὸ κοινοῦ συνεδρίου τῶν πεπαιδευµένων κριθὲν ἐνεγράφετο στήλαις τισὶν ἀποκειµέναις ἐν ἱεροῖς χωρίοις, οὕτω καὶ παρ’ ἡµῖν εἶναί τι συνέδριον ἀνδρῶν δικαίων τε ἅµα καὶ πεπαιδευµένων, οἳ δοκιµάζοντες τὰ νέα συγγράµµατα θήσουσι µὲν ἐν δηµοσίοις χωρίοις τὰ χρηστά, διαφθεροῦσι δ’ ὅσα µοχθηρά· βέλτιον δ’ ἦν, εἰ µηδὲ τοὔνοµα τοῦ γράψαντος ἐφύλαττον, ὥσπερ οὐδ’ ἐν Αἰγύπτῳ τὸ ἀρχαῖον· ἐκωλύθη γὰρ ἂν οὐχ ἥκιστα κἀκ τοῦδε τῶν φιλοτίµων ἡ περὶ δόξαν ἄµετρος σπουδή. νῦν δ’ ἐπειδὴ καὶ γράφειν ἔξεστιν ἅπασι καὶ κρίνειν τοῖς ἐπιτυχοῦσιν, εὐδοκιµοῦσι παρὰ τοῖς πολλοῖς οἱ τολµηρότα-τοι, καθάπερ ὁ Θεσσαλὸς <δι’> ὧν ἔγραψε λοιδορηθεὶς ῾Ιπποκράτει, καίτοι βιβλίον ἓν συνθεὶς ἐν ᾧ, καθάπερ οἴεται, τοὺς ἀφορισµοὺς ἐξελέγχει, δεικνὺς ἐναργῶς ἡµῖν ἑαυτὸν οὐδὲ τοὐλάχιστον ἐπιστάµενον τῆς ῾Ιπποκράτους τέχνης. καίτοι δίκαιόν γε ἦν ἐκµαθόντα πρότερον αὐτὴν οὕτως ἐπιχειρεῖν ἀντιλέγειν. ἢ τοῦτο µὲν ἴσως οὐκ ὀρθῶς εἶπον; οὐ γὰρ <ἂν> ἐτόλµησεν ἀντειπεῖν τοῖς ἀληθέσιν, εἴπερ ἔµαθεν αὐτήν, πλὴν εἰ παντάπασιν ἀναίσχυντός τις ἦν, οἷος καὶ ὁ νῦν ἐπὶ τῆς ᾿Αλεξανδρείας γεγονὼς ᾿Ιουλιανός, οὗ βίβλους εἶναί φασιν ὀκτὼ καὶ τεσσαράκοντα πρὸς τοὺς ῾Ιπποκράτους ἀφορισµούς, ἐξ ὧν ἔναγχος ἔλαβον τὴν δευτέραν ἐν ᾗ τὸν ἀφορισµόν, ὡς οἴεται, ψευδῆ φησιν εἶναι τοῦτον· “ἐν τῇσι ταραχῇσι τῆς κοιλίης καὶ τοῖσιν ἐµέτοισι τοῖσιν αὐτοµάτως γιγνοµένοισιν, ἢν µὲν οἷα δεῖ καθαίρεσθαι καθαίρωνται, ξυµφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ µή, τοὐναντίον. οὕτω δὴ καὶ κενεαγγείη, ἢν µὲν οἷα δεῖ γίνεσθαι <γίνηται>, ξυµφέρει τε καὶ εὐφόρως φέρουσιν· ἢν δὲ µή, τοὐναντίον.” καὶ χάρις γε τύχῃ τοῦθ’ ἡµῖν πρῶτον ἐγχειρισαµένῃ τὸ βιβλίον, ὅπως µὴ µάτην ὁ χρόνος τρίβοιτο µακρὸν ἀναγινωσκόντων <ἔλεγχον> ὃν ἔγραψε πρὸς τὸν πρῶτον ἀφορισµὸν <ὃς> τῶν ἑξῆς ἁπάντων ἐστὶ προοίµιον. ἴσως γὰρ ἂν ἠναγκάσθην τι καὶ πρὸς ἐκεῖνα γράψας οὐδὲν µέγα δοκεῖν πεποιηκέναι διὰ τὸ µηδέπω θεωρίας ἰατρικῆς ἅπτεσθαι τὸν λόγον. ἀλλ’ ὅ γε προειρηµένος ἀφορισµὸς οὐ περὶ µικρῶν τῆς τέχνης διαλέγεται συµβουλεύων τῷ ἰατρῷ τῶν αὐτοµάτως γιγνοµένων κενώσεων διά τε τῆς ἄνω καὶ κάτω γαστρὸς µιµεῖσθαι τὰς ὠφελούσας, καὶ διδάσκει γε τίνες εἰσὶν αὗται καὶ πῶς αὐτὰς γνωριοῦµεν, ὥσπερ γε καὶ τίνες αἱ βλάπτουσαι σὺν τοῖς οἰκείοις γνωρίσµασιν. εἰ µὲν οὖν ἐµεµαθήκει τὴν τέχνην ᾿Ιουλιανὸς ὑπὸ διδασκάλων ῾Ιπποκρατείων, οὐκ ἂν ἐτόλµησε τοῖς ἀληθέσιν ἀντιλέγειν. ἐπεὶ δὲ οὔτ’ αὐτὸς οὔθ’ ὁ τῆς τοιαύτης ἐµπληξίας ἡγεµὼν αὐτοῦ Θεσσαλὸς ἐγνώκασι τῶν ᾿Ασκληπιαδῶν τὴν τέχνην, θαυµαστὸν οὐδὲν ἀγνοεῖν αὐτοὺς ἃ µηδ’ οἱ χωρὶς λόγου φάσκοντες ἰατρεύειν ἠγνόησαν. ἀκοῦσαι γοῦν ἔστιν ἐκείνων λεγόντων αὐξηθῆναι µάλιστα τὴν τέχνην ἐκ τῆς µιµητικῆς πείρας. ὅσα γὰρ ἐκ περιπτώσεως γενόµενα τοὺς κάµνοντας ὠφέλησε, ταῦθ’ ἡµεῖς, φασί, µιµούµενοι πολλάκις συνεστησάµεθα καὶ διαιρούµενοι ταῦτα φυσικὰ µὲν ὀνοµάζουσιν ὧν ἐκ τοῦ σώµατος ἡ αἰτία, κατὰ τύχην δὲ γίγνεσθαί φασιν ὧν ἔξωθεν, ὥστε µὴ µόνης φύσεως, ἀλλὰ καὶ τύχης εἶναι µιµητικὸν τὸν ἰατρόν. εἴρηται γοῦν ὑπ’ ἐκείνων τῶν ἀνδρῶν ἄλλα τε πολλὰ τῶν κατὰ τύχην ὠφελησάντων παραδείγµατα καὶ ὁ τὴν ἐν µετώπῳ φλέβα διακοπεὶς ἐκ τοῦ καταπεσεῖν. ἐπὶ γὰρ ὁµοίως διακειµένου τὴν αὐτὴν φλέβα τεµεῖν ἐτολµήσαµεν, φασίν, ἐλπίδι τῆς αὐτῆς ὠφελείας. ἀλλὰ καὶ γαστὴρ ἀξιολόγως ὑπελθοῦσα φλεγµαινόντων ὀφθαλµῶν, εἶτ’ ὀνήσασα µεγάλως ἐπὶ τὴν τοῦ γενοµένου µίµησιν ἡµᾶς προὐτρέψατο. ὡσαύτως δὲ καὶ τοὺς ἰκτεριῶντας ἀθρόα χολώδη διαχωρήµατα ὤφθη πολλάκις ὠφελήσαντα καὶ τοὺς τὸν καλούµενον ἐλέφαντα νοσοῦντας ἡ τῶν µελαγχολικῶν χυµῶν κένωσις καὶ τοὺς ὑδεριῶντας <ἡ τῶν> ὑδατωδῶν· καὶ ἐκ τούτων πρόδηλόν ἐστιν ὅτι καὶ τοῖς ἰατροῖς προσήκει µιµεῖσθαι. καὶ τί δεῖ λέγειν αὐτοµάτους κενώσεις, ὅπου καὶ τὰ τῶν διδασκάλων ἔργα µιµούµενοι µανθάνοµεν τὴν τέχνην; ἢ Θεσσαλὸν µέν, ἐὰν διὰ κλύσµατος οὗτινος ὑπαγωγοῦ τὴν γαστέρα θεραπεύσῃ τὸν κάµνοντα, µιµητέον ἐστὶ τοὺς τούτου µαθητάς, ἐὰν δ’ αὐτοµάτως ὑπελθοῦσα τύχῃ, φευκτέον; ἢ τῆς ἐµµήνου καθάρσεως ἰσχοµένης, ἐὰν ἔµετος αἵµατος γένηται τῇ γυναικὶ κἄπειτα Θεσσαλὸς ἤτοι κινήσας τὴν κάθαρσιν ἢ φλέβα τεµὼν ἰάσηται τὸ πάθος, οὐκ ἂν ἁµάρτοιεν οἱ µαθηταὶ µιµησάµενοι τὸν διδάσκαλον, ἐὰν δ’ αὐτοµάτως ῥαγέντων τῶν καταµηνίων ἡ κάµνουσα ῥᾳστωνήσῃ, τοῦτο οὐκέτ’ αὐτοὺς µιµητέον; καὶ µὴν οὐδὲν διαφέρει πρὸς τὴν ἑκατέρων µίµησιν ἄν θ’ ὑπὸ τῆς µαίας ἄν θ’ ὑπὸ Θεσσαλοῦ κινηθέντων τῶν καταµηνίων ἄν τε καὶ χωρὶς τούτων αὐτοµάτως ἐκκριθέντων ἡ κάµνουσα ῥᾳστωνήσῃ· διὰ γάρ τοι τὴν κένωσιν, οὐ διὰ τὸ ποιῆσαν αὐτὴν ἡ ὠφέλεια γίνεται, καὶ τοῦτο διδάσκων ὁ ῾Ιπ-ποκράτης ἔγραψε τὸν ἀφορισµὸν ἐκεῖνον· “γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ῥαγέντων λύσις.” ὅπως ἂν ῥαγῇ, φησί, τὰ καταµήνια, λύσις ἔσται τοῦ παθήµατος, εἴτε φυσικῶς εἴτε καὶ ἡµῶν τοῦτ’ ἐργασαµένων. οὐ γὰρ τὸ ποιῆσαν αἴτιον, ἀλλὰ τὸ γινόµενον ὠφελεῖ τὴν νοσοῦσαν. ἓν µόνον ὑπαρχέτω τοῖς καταµηνίοις τὸ ἀθρόως ἐκκριθῆναι, ὅπως ὁ ῾Ιπποκράτης ὠνόµασε, ῥαγέντων, ἔθος ὂν αὐτῷ τὰς ἀθρόας κενώσεις οὕτω προσαγορεύειν, ὡς εἰ καὶ κατὰ τήνδε τὴν λέξιν εἰρήκει· “γυναικὶ αἷµα ἐµεούσῃ τῶν καταµηνίων ἀθρόως ἐκκριθέντων λύσις”. ἐπιλείποι δ’ ἄν µε ἡ ἡµέρα διερχόµενον ὅσα µιµοῦνται τῶν αὐτοµάτως γιγνοµένων οἱ ἄνθρωποι· οὐ µὴν οὐδ’ ἀµφισβητεῖ τις ἕτερος, ἀλλ’ ὡς κοινὴν ἔννοιαν δέχονται πλὴν τῶν µιαρῶν σοφιστῶν, ὅσοι περὶ µὲν τὰ τῆς τέχνης ἔργα καὶ τῶν ἰδιωτῶν εἰσι χείρους, ἱκανοὶ δ’ ἀπαναισχυντῆσαι καὶ µακρὰς φλυαρίας συνθεῖναι κατὰ τῶν ἀρίστων ἰατρῶν, οἷος καὶ νῦν γέγονεν ᾿Ιουλιανὸς οὗτος, ὃν ἅπαντες µὲν ἴσασι µηδὲν πώποτε τῶν τῆς τέχνης ἔργων µεταχειρισάµενον, ἀναισχύντως δ’ ὑβρίζοντα τοὺς παλαιοὺς ἰατρούς.