ἀλλ’ ὅπερ ἔφην ἐάσας τούτους ἀρκεσθήσοµαι µόνου <τοῦ> Πλάτωνος ῥήσεσιν ἑποµένου κατὰ πάντα τοῖς ῾Ιπποκράτους δόγµασιν. οὐ µὴν οὐδὲ παρὰ τούτου τῶν ἄλλων ἐκλέξας βιβλίων ὄντων πολλῶν, ἀλλ’ ἐξ ἑνὸς ἀρκεσθήσοµαι µόνου τοῦ Τιµαίου παραγράψαι ταῦτα· “τὸ δὲ τῶν νόσων πόθεν συνίσταται, δῆλόν που καὶ παντί. τεττάρων γὰρ ὄντων γενῶν ἐξ ὧν συµπέπηγε τὸ σῶµα, γῆς ὕδατος πυρός τε καὶ ἀέρος, τούτων ἡ παρὰ φύσιν πλεονεξία καὶ ἔνδεια καὶ τῆς χώρας µετάστασις ἐξ οἰκείας ἐπ’ ἀλλοτρίαν γενοµένη πυρός τε αὖ καὶ τῶν ἑτέρων, ἐπειδὴ πλέονα γένη ἑνὸς ὄντα τυγχάνει, τὸ µὴ προσῆκον ἕκαστον ἑαυτῷ προσλαµβάνον καὶ πάνθ’ ὅσα τοιαῦτα τάσεις καὶ νόσους παρέχει. παρὰ φύσιν γὰρ ἑκάστου γιγνοµένου καὶ µεθισταµένου θερµαίνεται µὲν ὅσα ἂν πρότερον ψύχηται. ξηρὰ δ’ ὄντα εἰς ὕστερον γίνεται <νοτερὰ> καὶ κοῦφα δὴ καὶ βαρέα καὶ πάσας πάντη µεταβολὰς δέχεται.” ἐν ταύτῃ µὲν οὖν τῇ ῥήσει σαφῶς ὁ Πλάτων ἀκολουθεῖ τῷ ῾Ιπποκράτει κατὰ τὰ πρῶτα στοιχεῖα καὶ τὰς ποιότητας αὐτῶν. ἐν δὲ τοῖς µετὰ ταῦτα καὶ τοὺς χυµούς πως αἰτιώµενος τῶν νοσηµάτων ὡδίπως φησί· “τὸ δὲ λευκὸν φλέγµα διὰ <τὸ> τῶν ποµφολύγων πνεῦµα χαλεπὸν ἀποληφθὲν, ἔξω δὲ τοῦ σώµατος ἀναπνοὰς ἴσχον ἠπιώτερον µέν, καταποικίλλει δὲ τὸ σῶµα λεύκας ἀλφούς τε καὶ τὰ τούτων συγγενῆ νοσήµατα ἀποτίκτον. µετὰ δὲ χολῆς µελαίνης κερασθὲν ἐπὶ τὰς περιόδους τὰς ἐν τῇ κεφαλῇ θειοτάτας οὔσας ἐπισκεδαννύµενον καὶ ξυνταράττον αὐτὰς καθ’ ὕπνον µὲν ἰὸν πρᾳύτερον, ἐγρηγορόσι δὲ ἐπιτιθέµενον δυσαπαλλακτότερον· νόσηµα δ’ ἱερᾶς ὂν φύσεως ἐνδικώτατα ἱερὸν λέγεται.” καὶ ταύτῃ γε τῇ ῥήσει πάλιν ἐπιφέρων ἑτέραν φησί· “φλέγµα δ’ ὀξὺ καὶ ἁλµυρὸν πηγὴ πάντων νοσηµάτων ὅσα γίνεται καταρροικά, διὰ δὲ τοὺς τόπους εἰς οὓς ῥεῖ παντοδαποὺς ὄντας παντοῖα ὀνόµατα εἴληφεν.” οὕτω µὲν ὁ Πλάτων περὶ φλέγµατος ἀπεφήνατο καὶ σὺν αὐτῷ µελαίνης χολῆς. ἐφεξῆς δ’ ἄκουσον ἃ λέγει περὶ τῆς ξανθῆς· “ὅσα δὲ φλεγµαίνειν λέγεται τοῦ σώµατος ἀπὸ τοῦ κάεσθαί τε καὶ φλέγεσθαι διὰ χολὴν γέγονε πάντα. λαµβάνουσα µὲν <οὖν> ἀναπνοὴν ἔξω παντοῖα ἀναπέµπει φύµατα ζέουσα, καθειργνυµένη δὲ ἐντὸς πυρίκαυτα νοσήµατα πολλὰ ἐµποιεῖ, µέγιστον δ’, ὅταν αἵµατι καθαρῷ συγκερασθεῖσα τὸ τῶν ἰνῶν γένος ἐκ τῆς ἑαυτῶν διαφορῇ τάξεως, αἳ διεσπάρησαν µὲν εἰς αἷµα, ἵνα συµµέτρως λεπτότητος ἴσχοι καὶ πάχους καὶ µήτε διὰ θερµότητα ὡς ὑγρὸν ἐκ µανοῦ τοῦ σώµατος ἐκρέοι µήτ’ αὖ πυκνότερον δυσκίνητον ὂν µόγις ἀναστρέφοιτο ἐν ταῖς φλεψί. καιρὸν δὴ τούτων ἶνες τῇ τῆς φύσεως γενέσει φυλάττουσιν, ἃς ὅταν τις καὶ τεθνεῶτος αἵµατος ἐν ψύχει τε ὄντος πρὸς ἀλλήλας ξυναγάγῃ, διαχεῖται πᾶν τὸ λοιπὸν αἷµα. ἐαθεῖσαι δὲ ταχὺ µετὰ τοῦ περιεστῶτος αὐτὸ ψύχους ξυµπηγνύασι. ταύτην δὴ τὴν δύναµιν ἐχουσῶν ἰνῶν ἐν αἵµατι, χολὴ φύσει παλαιὸν αἷµα γεγονυῖα καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα, θερµὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐµπίπτουσα πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναµιν, πηγνυµένη δὲ καὶ βίᾳ κατασβεννυµένη χειµῶνα καὶ τρόµον ἐντὸς παρέχει· πλείων δ’ ἐπιρρέουσα, τῇ παρ’ αὐτῆς θερµότητι κρατήσασα, τὰς ἶνας εἰς ἀταξίαν ζέσασα διέσεισε· καὶ ἐὰν µὲν ἱκανὴ διὰ τέλους κρατῆσαι γένηται, πρὸς τὸ τοῦ µυελοῦ διαπεράσασα γένος καίουσα ἔλυσε τὰ τῆς ψυχῆς αὐτόθεν οἷον νεὼς πείσµατα µεθῆκέ τε ἐλευθέραν, ὅταν δὲ ἐλάττων ᾖ τό τε σῶµα ἀντίσχῃ τηκόµενον, αὐτὴ κρατηθεῖσα ἢ κατὰ πᾶν τὸ σῶµα ἐξέπεσεν ἢ διὰ τῶν φλεβῶν εἰς τὴν κάτω ξυνωσθεῖσα ἢ τὴν ἄνω κοιλίαν, οἷον φυγὰς ἐκ πόλεως στασιασάσης ἐκ τοῦ σώµατος ἐκπίπτουσα, διαρροίας καὶ δυσεντερίας καὶ τὰ τοιαῦτα <νοσήµατα> πάντα παρέσχετο.” ταυτὶ µὲν οὖν ἐν µόνῳ τῷ Τιµαίῳ Πλάτων εἶπεν ἑπόµενος ῾Ιπποκράτει· τὰ δ’ ἐκ τῶν ἄλλων αὐτοῦ βιβλίων εἴ τις ἐκλέγοι πάντα, δόξει µιµεῖσθαι µακρολογίας ἕνεκα τὸν ᾿Ιουλιανόν, ἔτι δὲ δὴ µᾶλλον, εἰ τὰ [παρὰ] Θεοφράστῳ καὶ ᾿Αριστοτέλει καὶ Χρυσίππῳ καὶ πᾶσι τοῖς Περιπατητικοῖς τε καὶ Στωϊκοῖς εἰρηµένα περὶ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ χολῆς καὶ φλέγµατος ὑγείας τε καὶ νόσου παραγράφοι σύµπαντα. καὶ γὰρ νῦν ἡγοῦµαί τινας ἤδη µέµφεσθαι τοῦ µήκους ἡµῖν τῶν λόγων εἰς ἔλεγχον ἀναισθήτου σοφιστοῦ συγκειµένων. ὃς γὰρ οὐκ ὤκνησεν, ὦ Ζεῦ καὶ θεοί, Πλάτωνα µὲν καὶ ᾿Αριστοτέλην καὶ Ζήνωνα καὶ τοὺς ἀπ’ αὐτῶν φιλοσόφους ἐπαινεῖν, ἐξελέγχειν δὲ τὰ περὶ τῶν τοῦ σώµατος στοιχείων ὑφ’ ῾Ιπποκράτους εἰρηµένα, τί ἂν ἐπὶ τῶν πάντων ὁ τοιοῦτος εἰπεῖν αἰδεσθείη;