ἀλλὰ γὰρ εἰ βούλει καὶ τοῦτ’ αὐτῷ δῶµεν ἐκ περιουσίας καὶ συγχωρήσωµεν, εἰ µὴ πρότερον εἰδείηµεν ὡς ἐκ θερµοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώµαθ’ ἡµῶν συνέστηκεν, ἀµήχανον εἶναι µιµήσασθαι τὰ καλῶς ὑπὸ φύσεως ἢ τύχης γιγνόµενα. τί οὖν κωλύει γιγνώσκειν ἡµᾶς ἀκριβῶς τοῦτο, µέχρις ἂν ἡµεῖς τε λέγειν ἔχωµεν ἀπόδειξιν δόγµατος οἵ τ’ ἄριστοι τῶν φιλοσόφων οὓς καὶ σὺ θαυµάζεις αὐτὸς ὁµολογῶσιν ῾Ιπποκράτει τε καὶ ἀλλήλοις, εἰ µή τις τὴν διαφωνίαν ἱκανὸν ἡγεῖται µαρτύριον εἶναι τῆς ἀγνοίας τοῦ δόγµατος ἐξαίφνης ᾿Απορητικός τις ἀντὶ Στωϊκοῦ γεγονώς. εἰ γὰρ δὴ τούτῳ πέπεισαι τῷ λόγῳ τῷ φάσκοντι µηδὲν τῶν διαπεφωνηµένων πᾶσι τοῖς φιλοσόφοις εἰς γνῶσιν ἀνθρωπίνην ἀφικέσθαι δύνασθαι, τί δήποτε οὐ πολὺ πρῶτος ἁπάντων ἀπιστεῖς ταῖς καλαῖς σου κοινότησιν ἃς ἡ κατὰ τὸν οὐρανὸν οἰκοῦσα µέθοδος ἐγέννησεν; ἀλλ’ ὅµως οὐδεὶς τῶν ἄλλων ἰατρῶν εἶδεν αὐτὰς ἀµυδρῶς, ἐναργῶς δέ, ὡς νοµίζει, ὁ Θεσσαλός, καὶ τό γε τούτου µεῖζον, ὅ<τι καίτοι> θεασαµένου καὶ δείξαντος αὐτὰς τοῦ Θεσσαλοῦ τῷ λαµπροτάτῳ χορῷ τῶν ἀµφ’ αὐτὸν ἰατρῶν ὅµως οὐδεὶς οὐδενὶ συνεφώνησεν, ἀλλ’ ἄχρι δεῦρο πολεµοῦσιν ἀλλήλοις µείζονα πόλεµον οὗ Θεσσαλὸς ἐπολέµησε τοῖς συµφοιτηταῖς. εἴπερ οὖν ἡ διαφωνία σηµεῖόν ἐστι τῆς τῶν πραγµάτων ἀγνοίας, ἁπασῶν πρώταις ἀπιστητέον ἐστὶν ταῖς Θεσσαλοῦ κοινότησιν, ὅσον καὶ πλείστη περὶ αὐτῶν ἐστι διαφωνία. τὸ µέντοι γε τοῦ σώµατος ἡµῶν τὴν φύσιν ἤτοι γε ἐξ ἀέρος καὶ πυρὸς ὕδατός τε καὶ γῆς ἢ ἐξ ὑγροῦ καὶ ξηροῦ καὶ θερµοῦ καὶ ψυχροῦ συµµέτρως ἀλλήλοις κεκραµένων γεγονέναι διαπεφώνηται µέν, ἀλλ’ οὐκ εἰς τοσοῦτον, ὅσον αἱ Θεσσαλοῦ κοινότητες, εἴ γε καὶ Πλάτων καὶ Ζήνων ᾿Αριστοτέλης τε καὶ Θεόφραστος Εὔδηµός τε καὶ Κλεάνθης καὶ Χρύσιππος ἅµα πολλοῖς φιλοσόφοις, ὧν οἱ µὲν Στωϊκοὺς οἱ δὲ Περιπατητικοὺς οἱ δὲ Πλατωνικοὺς ἑαυτοὺς ὠνόµασαν, ὁµολογοῦσιν ἀµφ’ αὐτά· αἱ δ’ ὑπὸ Θεσσαλοῦ κοινότητες εἰρηµέναι τοσούτου δέουσιν ἀρέσκειν τοὺς ἄλλους ἰατρούς, ὥστ’ οὐδ’ αὐτοῖς τούτοις ὁµολογοῦνται τοῖς ἀµεθόδοις µὲν ὄντως, ὀνόµατι δὲ σεµνῷ τῷ τῆς µεθόδου καθάπερ τινὶ προβλήµατι κεχρηµένοις. οὔτε γὰρ ῾Ιπποκράτης οὔτε Διοκλῆς οὔτε Πλειστόνικος οὔτε Πραξαγόρας οὔτε Φυλότιµος οὔτε Μνησίθεος οὔτε ᾿Ερασίστρατος οὔτε ῾Ηρόφιλος οὔτε ἄλλος τις ἰατρὸς οὔτε Λογικὸς οὔτε ᾿Εµπειρικὸς ἠρέσθη ταῖς Θεσσαλοῦ κοινότησι. καὶ µὴν εἰ χρὴ παραβαλεῖν ἀλλήλαις τὰς διαφωνίας, οὐ µικρῷ τινι προὔχουσαν εὑρήσεις τὴν περὶ τὰς τοῦ Θεσσαλοῦ κοινότητας. τριῶν γὰρ οὐσῶν ἐν ἰατρικῇ κατὰ γένος αἱρέσεων, ὡς αὐτοὶ λέγουσιν, ὅταν οἵ τ’ ἀπὸ τῆς ἐµπειρίας ὄντες οἵ τε δογµατίζοντες ἀναιρῶσι τὰς Θεσσαλοῦ κοινότητας, οὐ µικράν τινα χρὴ νοµίζειν εἶναι τὴν τοιαύτην διαφωνίαν, <ἀλλ’> ἀνυπέρβλητον τὸ µέγεθος αὐτῆς γίγνεται, µήτ’ αὐτοῦ τοῦ γεννήσαντος τὰς κοινότητας Θεµίσωνος µήτε τῶν ἀπ’ αὐτοῦ µηδενός, ἀλλὰ µηδὲ τῶν ἀµεθόδων Θεσσαλείων µηδενὸς φυλάξαντος αὐτάς. οὐδεὶς γοῦν ἐστιν ὃς οὐκ ἤτοι προσέθηκεν αὐταῖς ἄλλας ἢ ἀφεῖλεν ἢ µετεκόσµησέ πως. καίτοι γε οὐδ’ εἰ πάντες οὗτοι συνεφώνουν ἀλλήλοις, οὐδ’ οὕτω µικρά τις ἦν ἡ διαφωνία πρὸς τοὺς ἄλλους αὐτοῖς. ὁπότε δ’ ἐπ’ ἐκείνοις ἅπασιν οὐδ’ αὐτοὶ συµφέρονται, µόνος ἀπολείπεται ὁ Θεσσαλὸς ὁµόψηφον ἔχων οὐδένα πλὴν ἄχρι λόγου τοῦτον τὸν ᾿Ιουλιανόν. ἔργῳ µὲν γὰρ ἐδείχθη καὶ οὗτος ἐναντιώτατα λέγων αὐτῷ, καὶ ὅστις περὶ τούτου πεισθῆναι βούλεται, τοῖς Περὶ τῆς µεθοδικῆς αἱρέσεως ὑποµνήµασιν ἡµῶν ἐντυχέτω. ἀλλὰ καίτοι µόνος ὁ Θεσσαλὸς εἰ φαίη τοῖς ὑπὲρ ἀληθείας ἀγωνιζοµένοις ἀπόδειξιν εἶναι τὸ κριτήριον <καὶ> συµφωνίαν τῶν τοῖς ἄλλοις δοκούντων, οὐδεὶς αὐτοῦ καταγνώσεται, εἶτα Θεσσαλοῦ µὲν οὐ προκαταγινώσκοµεν, ἅπασι τοῖς ἄλλοις διαφωνοῦντος ῾Ιπποκράτους, <ᾧπερ> πρὸς τοῖς ἀρίστοις ἰατροῖς οἱ κράτιστοι τῶν φιλοσόφων µαρτυροῦσιν, ἀπιστήσοµεν δ’ ἐκ µόνης διαφωνίας; τίς ἂν τούτων ἀνασχέσθαι δύναιτο; τίς περιµεῖναι λῆρον τοιοῦτον; τίς οὐκ ἂν ἀλγήσειεν ἀπολλὺς τὸν χρόνον εἰς ἀντιλογίαν ἀνθρώπου µήθ’ ὧν αὐτὸς εἶπε µεµνηµένου µήθ’ ὧν γράφει συνιέντος, ἀλλὰ αὐτὸ δὴ τοῦτο τὸ κατὰ τὴν παροιµίαν ὅ τι περ ἂν ἐπὶ γλῶτταν ἔλθῃ φλυαροῦντος;