5. <᾿Αλλὰ> ταῦτα µὲν ἀφείσθω, σκέψαι δ’ ἑξῆς ἃ γράφει µὴ συγχωρῶν, ὡς ἔοικε, µηδὲ τῷ ὀνόµατι χρήσασθαι τῆς φύσεως. ἔστι δ’ <ἡ> ἀρχὴ τῆς ῥήσεως ἥδε· οὐδ’ ἂν πείσειαν ἡµᾶς γε <οὕτως ὡς> ἑαυτοὺς ἐπ’ ἀληθείᾳ ὅτι ἴσασι τί ἡ φύσις ἐστίν, ἣν ἄνω τε καὶ κάτω θρυλοῦσι τραγῳδοῦντες πανταχοῦ ἤτοι θερµὸν ἁπλοῦν ἢ κρᾶµα † κἀκ µίξεως ἢ ψυχροῦ οὐσίαν καὶ πνεύµατος. κἄπειτα ἑξῆς τούτων ἐπιφέρει πολλὰ µὴ συγχωρῶν ἐγνῶσθαι φύσεως οὐσίαν, ὥσπερ ῾Ιπποκράτους γεγραφότος ὄνοµα φύσεως ἐν τῷ προκειµένῳ νῦν ἡµῖν ἀφορισµῷ, ἀλλ’ οὐκ ἐν τοῖς αὐτοµάτως γιγνοµένοις εἰρηκότος. πόθεν ἐπεισῆλθε τὸ τῆς φύσεως ὄνοµα; πόθεν δ’ ἄλλοθεν ἢ ἐκ τῆς συνήθους ᾿Ιουλιανοῦ φλυαρίας ἀφορµὴν παρεξούσης λόγων µακρῶν, οὓς ἐάν τις ἀναπτύξῃ, προδήλως φωράσει τὸν λῆρον αὐτοῦ. ἐπεὶ τοίνυν ἅπαντες ἰατροὶ τῶν κενώσεων τὰς µὲν ὑπὸ φύσεως, τὰς δ’ ὑπὸ τύχης γίγνεσθαί φασιν, ἐνδεικνύµενοι τὴν αἰτίαν αὐτῶν ἐνίοτε µὲν ἐξ αὐτοῦ τοῦ τῶν καµνόντων ὁρµᾶσθαι σώµατος, ἔστιν ὅτε δ’ ἔξωθεν, ἀφορµὴν ταύτην εἶχε τοῦ ληρῆσαί τι περὶ τοῦ τῆς φύσεως ὀνόµατος. ἔστι δ’ ὃ βούλεται λέγειν ἐν κεφαλαίῳ περιλαβόντι τοιόνδε· ‘φυσικὰς κενώσεις οὐδὲ φθέγγεσθαι προσῆκεν, ἀγνοοῦντας ὅ τι ποτ’ ἐστὶν ἡ φύσις.’ ἀλλ’, ὦ γενναιότατε σοφιστῶν, οὐδ’ ὅτι ψυχὴν ἔχοµεν ἢ αἴσθησιν ἢ νοῦν ἢ µνήµην ἢ λογισµὸν ὁ τοιοῦτος λόγος ἐπιτρέψει γιγνώσκειν, ὡς ἑκάστου γε καὶ τούτων δύσγνωστος ἡ οὐσία. καὶ τί θαυµαστόν; ὅπου γὰρ καὶ τὸν ἥλιον αὐτὸν ὃν ἐνεργέστατα βλέποµεν οὐκ ἴσµεν ἀκριβῶς ὁποῖός ἐστι τὴν οὐσίαν, ἦ πού γε περὶ φύσεως ἢ ψυχῆς ἢ µνήµης ἤ τινος ἑτέρου τῶν τοιούτων ἑτοίµως ἀποφανούµεθα. ἀλλ’ ὥσπερ καὶ ταῦτα ὀρθῶς εἰρήκαµεν, οὕτως καί, ὅτε τὴν ἔννοιαν αὐτῶν ἑκάστου καὶ τὴν τῆς ὑπάρξεως διάγνωσιν ἔχοµεν ἐναργῆ, προσθεῖναι χρὴ τῷ λόγῳ. ἅπαν µὲν γὰρ φυτὸν ὑπὸ φύσεως διοικεῖται, πᾶν δὲ ζῷον ὑπὸ φύσεώς τε ἅµα καὶ ψυχῆς, εἴ γε δὴ τὴν µὲν τοῦ τρέφεσθαί τε καὶ αὐξάνεσθαι καὶ τῶν τοιούτων ἔργων αἰτίαν ὀνοµάζοµεν ἅπαντες ἄνθρωποι φύσιν, τὴν δὲ τῆς αἰσθήσεώς τε καὶ τῆς <ἐφ>εξῆς αὐτῇ κινήσεως ψυχήν. ὥστ’ οὐδεὶς ἡµῶν οὔτε καταψεύδεται τῶν ἔργων τῆς φύσεως οὔτ’, ἐπειδὴ ταῦτα γιγνώσκει, καὶ τὴν οὐσίαν αὐτῆς εὐθὺς οἶδε, καθάπερ οὐδὲ τὴν τοῦ ἡλίου, ἀλλ’ ἀνατέλλοντα µὲν αὐτὸν ὁρῶµεν ἐναργῶς, ὥσπερ γε καὶ δυόµενον ἅπαντά τε µεταξὺ τόπον ἀµείβοντα τάξει <κατὰ> χρόνον ἀφωρισµένον, τὴν δ’ οὐσίαν ὁποῖός τίς ἐστιν ἐπὶ σχολῇ ζητοῦµεν. εἰ µὲν οὖν ἀδύνατον ἦν γνῶναι τὰς φυσικὰς ἐκκρίσεις ὁπότε γίγνονται χωρὶς τοῦ προγνῶναι τὴν οὐσίαν τῆς ἐργαζοµένης αὐτὰς φύσεως, εἰκότως ἂν ὁ δείξας ἐκείνην ἄγνωστον εὐθὺς αὐτῇ συνανῃρήκει τὴν τούτων γνῶσιν. ἐπεὶ δ’ ἐγχωρεῖ, κἂν ἐκείνην τις ἀγνοῇ, ταύτας γοῦν γινώσκειν, ἐκ περιττοῦ φλυαρεῖ πάντα ταῦθ’ ὁ θαυµασιώτατος ᾿Ιουλιανός. ἡµεῖς γάρ, ὅταν τῷ χωρὶς φαρµάκου καθαίροντος ἔµετος ἢ συχνὴ κάτω γένηται κένωσις, εἴτε δι’ ἐντέρων εἴτε καὶ διὰ µήτρας, ἅπαντα τὰ τοιαῦτα φύσει τε γεγονέναι φαµὲν ἢ ὑπὸ φύσεως ἢ φυσικῶς (οὐδὲν γὰρ δι-αφέρει) µιµούµεθά τε <τὰ> φανερῶς ὠφελήσαντα τοὺς κάµνοντας. ᾿Ιουλιανὸς δ’ ἔοικεν οὐδ’ ὃ πάντες ἄνθρωποι λέγουσί τε καθ’ ἑκάστην ἡµέραν καὶ γιγνώσκουσιν, οὐδὲ τοῦτ’ ἐπίστασθαι, κατὰ φύσιν µὲν ἔχειν τοὺς ὑγιαίνοντας, παρὰ φύσιν δὲ τοὺς νοσοῦντας. εἰ γὰρ οὐκ ἔξεστιν οὐδενὶ τῶν τοιούτων ὀνοµάτων χρῆσθαι µὴ πρότερον ἐπισταµένους τῆς φύσεως τὴν οὐσίαν, οὔτε τοὺς ὑγιαίνοντας ὅτι κατὰ φύσιν ἔχουσιν ἐροῦµεν οὔτε τοὺς νοσοῦντας ὅτι παρὰ φύσιν.